τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.
λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην, 2 καὶ τοσαύτην ἐπικουρίαν δεξάμενος μετὰ φόβου θαυμαστοῦ τὸν χειμῶνα διῆλθον Ὀλυμπίου τὸ πεπωκέναι τε ἐπαινοῦντος καὶ κελεύοντος αὖθις ἦρι πιεῖν.
κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.
καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.