πνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν, παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ’ ἂν συμ- φορά;
γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.
τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις ἃ σοφιστῶν ὠφε- λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ- τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.
ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ’ ὃ δίκαιον ᾤετο, ἐλευ- θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.
δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἱ μετέστη, πρότερον δοκοῦν ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;
ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήrτε- σθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον.
κοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρα- νόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν 7 8 καὶ οἴεσθαι τῆς ἐκείνου παιδείας ἄξιον εἶναι τὸ ὑμᾶς ἐπί- στασθαι φέρειν.
ζομεν σόν μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρο- νίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.