γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι’ ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἶος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι.
εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν 2 3 4 δοῦναι, λαβὼν δὲ ἀποδοῦναι, μᾶλλον μειδιῶν ἢ σκυθρωπάζων, ἁπλῶς μέμψεως μὲν οὐδενὶ δοὺς ἐπ’ οὐδενὶ πρόφασιν, ἐπαίνου δὲ πολλοῖς ἐπὶ πάνυ πολλοῖς.
πή ἔχει δέ γε καὶ τῆς ῥοπῆς αὐτῆς ἐλπίδας. δύο γὰρ δὴ ταῦτα παρ’ ἡμῖν ᾄδεται, ὡς ἐθέλεις τε τοῖς ἐνθένδε βοηθεῖν καὶ δύναμις ἴση τῇ γνώμῃ. ἃ νῦν ἀκούων Δόμνος ἐπὶ τοῖς ἕργοις πρὸς ἄλλους ἐρεῖ.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.