στῆσε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ’ ἀσχολίας, τὴν δὲ τοῦ 2 3 4 καλοῦ Φλωρεντίου μνήμην οὐδὲν πώποτε οὐτ’ ἐξέβαλεν Οὔτ ἐμάρανεν, ἀλλ’ ἀνθεῖ τοῦτο παρ’ ἡμῖν καὶ τέθηλε καὶ τὸ περὶ σοῦ τι λέγειν ἐν πανηγύρεως μέρει τὸ πρᾷον ἐπαινούντων, τὸ βέβαιον τῶν τρόπων, τὴν ὀξύτητα τοῦ νοῦ, τὸ τιμᾶσθαι τὴν Ἀλήθειαν, τὸ τοὺς ἀγαθοὺς ἐν οἷς ἄξιον εἶναι.
ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί- ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.
μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.