γῳ. τῆς δὲ σῆς τοὺς μὲν τρόπους παρὰ σοῦ μανθάνων ἔχαι- ρον, τὴν δὲ ὥραν ἰδὼν τοῖς τε γονεῦσιν αὐτῆς καὶ σοὶ συνή- σθην, τοῖς μέν, οἕαν ἔφυσαν, σοὶ δέ, οἴαν ἔχεις. Δήλῳ δή ποτε τοῖον καὶἰκέληχρυσῇἈφροδίτῃκαὶοἷςἐκόσμησε γυναῖκας Ὅμηρος πάντα ἂν δέξαιτο
οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ’ οἶς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν· οὕτω μέγα ἐπόθεις.
σοι τίμιον ὥσπερ ἡ μήτηρ ἔστω. φρένες τε γὰρ ἀγαθαὶ καὶ σὲ παῖδα μᾶλλον ἢ κηδεστὴν ἡγεῖται. καὶ χωρὶς τῶν ἄλλων τῆς ὁδοῦ τὸ μῆκος ἣν ἔπεισιν ἄξιον αἰδεσθῆναι. καὶ τὸ μέ- 2 3 4 γιστον, ἄνδρα γὰρ αὐτῆς δεόμενον καὶ οἶκον ἀφεῖσα σοὶ τὴν θυγατέρα ἄγουσα ἔρχεται τερπομένη τε οἷς ἐπαινῇ καὶ τὸ τοιαῦτα ἀκούειν τοῦ πολλὰ κεκτῆσθαι πρότερον ποιουμένη.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.