οὖν αὐτὸν ἐκεῖνον τὸν πειρώμενον ἐξαπατᾶν ὧν αὐτὸς γρά- φεις πλείω διῆλθον, οὐ γὰρ δὴ καλλίω γε, καὶ πρὸς τὸν ἀγα- θὸν ἄνδρα, τὸν ἐμόν τε φίλον καὶ σόν, αὐτό τε τοῦτο καὶ μαθητήν, εὐθὺς ὤμνυον μηδὲν τούτων εἶναι σόν, ἀλλὰ πάντα τῆς τοῦ λέγοντος φλυαρίας· οὕτω γὰρ ἡγεῖσθαι βέλτιον ἢ
πονηρίας. ὥσθ’ ὅ γε Ἱλάριος καίτοι λίαν ἀλγῶν ἐπὶ τοῖς παρ’ ἐκείνου μᾶλλον ἥδετο τῷ μὴ κρατηθῆναί μου τὴν γνώ- μην ὑπὸ τῶν διαβολῶν ἢ τῷ γενέσθαι τὰς διαβολὰς ἠθύμει.
πλεῖστον ἀπέχειν ὧν ἐνεκάλει Μέλητος ἀξιώσαιμ ἂν ἐπαινεῖσθαι. οὐδὲ γάρ, εἴ μέ του πείθειν ἐπιχει- ροῦντος σκότους αἴτιον εἶναι ἥλιον μὴ ὑπηγό- μην, εἰκότως ἂν ἐδδόκουν τῶν ἑπτὰ σοφώτερος. 4 οὐ τοίνυν οὐδὲ τοῦτο πάμμεγα τὸ μὴ τῆς σῆς εἶναι πεισθῆναι
ψυχῆς, ἃ μηδενὶ λόγῳ τῆς σῆς εἶναι ἠδύνατο. παῦσαι δὴ τῶν τοιούτων ἐπιστολῶν ἢ φήσω σε ὑβρίζειν οἰόμενόν με παντὸς εἶναι τοῦ βλασφημοῦντος.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.