τοῦ πατρός, οὗτος δὴ ὁ Παγκράτιος ἐκέλευέ με συγγνώμην αἰ- τεῖν ἐν γράμμασι τῷ μὲν μεμφόμενος, σὲ δὲ δώσειν ἐλπίζων.
2 3 4 Ἄδμητον ὅταν εὑρίσκῃς σώζοντα τὸν ἐχθρὸν καὶ τοσοῦτον ἀπ- έχοντα τοῦ ποιῆσαι τὸν Θεμιστοκλέα κακῶς ὥστε καὶ συμ- πράττειν, ὅπως ἥξει τάχιστα οἷπερ ὥρμητο, καίτοι γε οὐκ ἦν ἄδηλον ὡς ἐν τῷ βοηθεῖν ἐκείνῳ λυπεῖν ἦν τοὺς ἐξαιτοῦν-
τὰς, οἱ δὲ ἦσαν αἱ μέγισται Ἑλληνίδων πόλεων, ἀλλ’ ὅμως τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον ἐφοβήθη — πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ με- γαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν
ἀρχὴν μακαρίζεσθαι
τοῦ μὲν ἐν ταῖς αἰτίαις οὔτ’ ἀρνουμένου καὶ κατεσθίοντος ἀντ’ ἐκείνων αὑτόν, τῶν δὲ τὰ σὰ βουλομένων εὐδοκιμεῖν συν- δεομένων ἡμὶν σοῦ τ’ εἰκότως ἂν μήθ’ ἡμᾶς ἀτιμάζοντος δί- κην τε οὐ ζητοῦντος παρὰ τοῦδε μείζω τοῦ πεπεῖσθαι τοῦτο αὐτόν, ὡς ἄρα ὀφείλει τὴν ἐσχάτην.
νεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἔδεισα μὴ οὐ δόξῃ φίλου πρὸς φίλον 5 εἶναι τὸ μῆκος. τοῖς γὰρ οὕτως ἔχουσι πρὸς ἀλλήλους ἀρκεῖ καὶ νεῦσαι. οὔκουν προσθήκης, ἀλλ’ ἀπολογίας μᾶλλον τοῦ τοσαῦτα εἰρῆσθαι.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.