μέντοι οἶδα, ὡς καὶ ὀνειράτων ἄνευ τοῦτ’ ἂν ἐποίεις, ὃ πάλαι 2 3 4 ἤρξω ποιεῖν ἀπὸ τῶν χωρίων τῶν ἐμῶν. δεῖ γὰρ ἐκεῖνά τε ἐμὰ καλεῖν καὶ ταῦτα σά. δοκεῖς γάρ μοι νομίζειν ἀδικήσειν, εἴ τινος ἀπολαύσεις οὗ μὴ καὶ ἐγώ. ἐπεὶ δὲ τὰ δῶρά σου οὐκ ἔστιν ἀμύνασθαι, δέχου παρ’ ἡμῶν ἐνύπνιον ἀντ’ ἐνυπνίου.
δὴ ἔμελλε, κατέδαρθον καὶ ἔδοξα παρ’ ὑμῖν τε εἶναι καὶ σὲ ζη- τεῖν. ἄγειν οὖν μέ τινα δι’ ὑψηλοῦ θεάτρου, γραῦν δέ τινα γνοῦσαν ἐφ’ ᾧπερ ἐχωροῦμεν ὁδὸν ἑτέραν ἐκείνης ἡδίω Μαὶ, καθ’ ἣν ἰόντας ἐντυχεῖν σοι καθημέ ῳ πρός τινι νεῷ καὶ κή- πῳ, τὴν δὲ ἀνάβασιν τὴν εἰς τὸν νεών, βαθμοὺς οὐκ ὀλίγους,
ὑπὸ νέων πηδώντων κατέχεσθαι θαυμαζόντων ὅπως ἡμιλλῶ πρὸς Δημοσθένους λόγον τούτων δὴ τώ κατὰ τοῦ Φιλίππου, σὲ δ’ ἰδόντα μὶν ἡμᾶς ἀναστῆναι, τοῦ λέγειν δὲ οὐκ ἀποστῆ- ναι, ὥστε τι καὶ ἡμᾶς ἀκοῦσαι.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.