εἰδὼς τὸν αὑτοῦ θεῖον ἐμέ τε φιλοῦντα καὶ ὑπ’ ἐμοῦ τιμώ- μενον ἥκων δὲ εὗρεν ἅπερ ἤλπισεν εἰ μέντοι καὶ λόγων ἰσχύν, οὐκ οἶδα, τὴν δ’ οὖν εὔνοιαν τοσαύτην ὅσην ἄν. εἰ σὺ τοὐμὸν ἔπραττες, ἔνειμας αὐτῷ φανέντι.
2 3 4 5 ἁπτόμενος, ζῇ δὲ ἐν πενίᾳ καὶ οὐκ ἐν οἶς εἰκὸς εἶναι τὸν ὑμέτερον συγγενῆ εἰ μὲν οὖν ἐσπανίζετε χρημάτων, ἐμὸν ἂν ἦν βοηθεῖν· ἐπεὶ δὲ καλῶς ποιοῦντες πλουτεῖτε μέν, οἴεσθε δὲ τὴν ἔνδειαν συλλαμβάνειν νέοις εἰς λόγους, παραινέσαιμ 5 ἂν ὑμῖν ἢ πέμπειν αὐτοὺς χρυσίον ἢ ἡμῖν ἐφεῖναι συμμα- χεῖν· ὡς οὐ μόνον τρυφὴ κώλυμα λόγοις, ἀλλὰ καὶ τὸ λιμῷ συνοικεῖν
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.