φήσαντος δέ μου καὶ μάλα φιλεῖν Ἀνατόλιον τὸν καλὸν εὖ τοίνυν, ἔφη, τὰ δυσμενοῦς ποιῶν δεικνὺς ἐπιστολήν, ἀφανίζειν ἔδει. καὶ ἐτίθετο δὴ τοῖς γράμ- μασιν ὄνομα. βούλει μαθεῖν ὅ τι; ἀλλ’ οὐκ ἐρῶ γε τοῦτο ὃ 2 3 4 καὶ ἀκούων ἠχθόμην.
σθαι τοῖς παρ’ ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ’ ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος.
ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν σαυτῷ δὲ μὴ.
λον δέ, οὐκ ἔστιν ὅντινα ἐπῄνεσα τὰ οὐκ ὄντα προστιθείς, ὥσπερ ὁ μῦθος ἀλλότρια τῷ κολοιῷ πτερά. ἀλλ’ ᾧ χρῶμαι νόμῳ περὶ τοὺς ἐπαίνους, ἄκουσον.
ἂν ἐποίουν οἷον εἴ μ’ ἐχρῆν ἐπαινεῖν τὰ Κύθηρα, τὰ δὲ Κύ- θηρα νῆσός ἐστιν ἐπικειμένη τῇ Πελοποννήσῳ, τὸν οὗν λό- γον ἐργαζόμενος διελθὼν ἂν ὡς εὔβοτος καὶ πολύοινος εὐλί μένος τέ ἐστιν ἢ καὶ ὕλῃ κομῶσα, τὴν εἰς πυροὺς φορὰν οὐκ ἂν ἐπῄνουν, ἐψευδόμην γὰρ ἄν, οὐδὲ γὰρ ὅστις ἐγκωμιάζει
τὴν Ἀττικήν, καὶ τοῦτ’ ἂν εἰπεῖν ἔχοι, κωλύει δὲ οὐδὲν ἐξ ὧν ἔξεστιν ἐπαινεῖν.
ἀλλ’ εἶπον μὲν ἂν ἐπιμέλειαν, ἀγρυπνίαν, πόνους, ψῆφον ὀρθήν, πρόνοιαν <τοῦ> μέλλοντος, φρόνημα δίκαιον, ὀξύτητα, γλώττης ἰσχύν, πολλὰ δ’ ἕτερα, καλὸν δὲ καὶ μέγαν οὐκ ἄν εἶπον· οὐ γὰρ ἔνι σοι ταῦτ’ ἐν τῷ σώματι
ναι, μισθὸν δὲ μὴ ἔχειν τῆς ἀρετῆς οὐκ ἂν ἰσχυρισάμην, ἔχεις γὰρ τὰ βασιλέως δῶρα καί σοι τῆς ἀρχῆς ὁ χρόνος τὰς οἰκίας πεποίηκε πόλεις ἀδικοῦντι μὲν οὐδένα, λαμβάνοντι δέ. πολὺ δ’ ἂν ἦσθα βελτίων μηδαμόθεν λαμβάνων, ὡς λαμπρότερον γε κιόνων οὓς δίδωσι βασιλεὺς τὸ χρῆμα τῆς δόξης ἣν ἡ
πενία φέρει.
καταφυγήν. ποῦ πλημμελεῖ μὴ φιλοσοφῶν; ἢ καὶ σὺ μᾶλλον 10 11 ἄρχων ἢ φιλοσοφῶν ἀδικεῖς;
μαὶ τὰ παρ’ αὐτῶν τῶν λόγων μικρὰ μικρῶν δεομένῳ.
χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.
κέκραγας μᾶλλον ἢ οἱ τεμνόμενοι’ τὸ γένος δὲ οὕτω σοι φίλ- τατον ὥστε ἄρχειν δεῖ πάντα οἰκεῖον καὶ ἀπεῖναι βάσανον. τοῦτό σοι παραίτησις ὧν περὶ τοὺς φίλους ἀμελεῖς. κἂν ἐκεῖνό τις κατηγορῇ, τοῦτ’ ἀντιτιθεὶς <τὸ> μέμψεως,
εἴτε δηχθείης, παρὰ τοῦ φέροντος τὴν δίκην λαβεῖν. ἐγνω- κότα γάρ με ἡσυχάζειν πάσαις ἀνάγκαις Ἰανουάριος ἐνήγα- γεν, ἀνὴρ πανταχόθεν αἰδέσιμος τῇ πόλει λυπήσας μὲν οὐδὲν οὐδένα ὧν οὐκ ἴδει, δοὺς δὲ χάριτας ἐν αἷς ἡ τοῦ δικαίου μερίς, φρουρήσας μὲν ἱκανῶς ἐφ’ ᾧπερ ἐτέτακτο, τῶν δὲ ἐπει-
γομένων οἶς ἄξιον συλλαβών, ὀλίγα λαλῶν, πρᾶξαι δεινός, τῶν γιγνομένων καρπῶι ὑπερορῶν τὸ πλέον, προσήκων μὲν μείζοσι, στέργων δὲ τὰ παρόντα, τὴν ἐπιείκειαν ἐν πράγματι τηρήσας οὐκ ἀνεχομένῳ χρηστότητος. ’ν δέδοικα μὴ μέμψῃ τὸν ἄνθρωπον. ὅτι μοι πάντα ὑπούργησεν.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.