εἰς μείζω βουλὴν καλεῖται καἰ γέγονεν ἀντὶ Φοίνικος ἄλλο τι σεμνότερον, μήτοι τοῦτον ἀποστέρει τῆς τύχης μηδ’ οὕτω φί- λει τοὺς ἀρχομένους ὥστε τὴν σαυτοῦ μισεῖν.
μὲν οὔπω, φίλον δὲ ἡγοῦμαι φίλῳ τε ἐμῷ καὶ μαθητῇ μέλλον- τα κηδεύσειν Ἀπριγγίῳ, ὃς ἐμὲ μὲν ἐν τῷ χρόνῳ τῶν μαθή- σεων ἐπιεικείᾳ τε καὶ λόγων ἐξέπληξεν ἐπιθυμίᾳ, τὴν δὲ ἡμε- τέραν πόλιν τῷ περὶ τὴν χορηγίαν λαμπρῷ.
δὲ αὐτόν, εἰ μηδενὸς ἄξιος Φρατέρνῳ φανεῖται. φανεῖται δὲ φαῦλος, εἰ σοῦ μὲν ἔχοντος τὴν ἀρχήν, ἐμοῦ δέ σε πείθειν 2 3 4 ἔχοντος ὁ μέλλων αὐτῷ τὴν θυγατέρα δώσειν ἀδικήσεται. δό- ξει γὰρ Ἀπρίγγιος ὑπ’ ἐμοῦ καταφρονεῖσθαι· σὲ γὰρ οὐκ ἄν ποτε μὴ δοῦναι χάριν ἐμοί.
μιᾷ πράξει τό τε δίκαιον τίμησον καὶ τῇ σαυτοῦ βοήθησον καὶ τοῦτον μὴ ἀτιμάσῃς.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.