τήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ’ Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ 2 3 4 χρυσᾶ τοῖς ὁρῶσιν ἐφάνη.
ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα.
μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ’ ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ’ ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.
Epistulae. Libanius. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.