Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον
τὴν γὰρ ἀοιδὴν πάντες ἐπικλείουσʼ ἄνθρωποι,
ἥτις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.
τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὅν εἰς Ἐλάτειαν
ἦλθε Φίλιππος.
στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ (Ol. III 4)
πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν.
τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον ῷ (Sapph. 76 = Heph. 36, 17)
εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως.
τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδείξομεν.
πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν·
ἀντιδιέστειλε γὰρ ἐκεῖνος ἀπὸ ῥυθμῶν τὰ μέτρα· εἰς ἑκάτερον γοῦν τὸ παράδειγμα σημειωτέον, ὅτι τε ῥυθμὸς μέτρου διαφέρει καὶ ὅτι ἴσασιν ἐν διδασκαλίᾳ οἱ παλαιοὶ τὴν τῶν μέτρων θεωρίαν.
ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων.
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ δέρω δέρτρον καὶ παρὰ τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω μέρτρον καὶ μέτρον. ὄνομα γοῦν ἐστὶ καὶ ἐκ τῆς ἐτυμολογίας τοῦ μερισμοῦ.
Περὶ βραχείας συλλαβῆς
τὰ περὶ καλὰ ῥέεθρα.
καὶ αὖ πάλιν ἡ πρὸς συλλαβὴ βραχεῖά ἐστιν, ἀλλʼ ἐν τόπῳ κεῖται μακρᾶς, ὅταν Ὅμηρος εἴπῃ (I 147)
πρὸς οἶκον Πηλῆος·
ἄξω ἑλών.
Fragmenta. Cassius Longinus. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.