δυοῖν τετραχόρδων ἑξῆς κειμένων ἐπίκοινος φθόγγος ὥν τοῦ μὲν βαρυτέρου τετραχόρδου ὀξύτερος ῇ τῇ διὰ δ, τοῦ δὲ ὀξυτέρου βαρύτερος ἢ τε διὰ δ συμφωνία καὶ τὰ εἴδη τῶν φθόγγων πρὸς ἀλλήλα τὴν διὰ τεσσάρων συμφωνίαν ἀποτελῇ. συναφαὶ δέ εἰσι
τρεῖς. συνῆπται γὰρ τῷ ὑπάτων τὸ μέσων καὶ τῷ μέσων τὸ συνημμένων καὶ τῷ διεζευγμένων τὸ ὑπερβολαίων. τὸ μὲν οὗν ὑπάτων καὶ μέσων συνάπτει ἡ ὑπάτη μέσων κοινὸς ὤν αὐτῶν φθόγγος· τὸ δὲ μέσων καὶ συνημμένων κατὰ τὴν αὐτὴν ἀναλογίαν ἡ μέση
1 συνάπτει, ὡς ὁμοίως δὲ καὶ τὸ διεζευγμένων καὶ τὸ ὑπερβολαίων συνάπτει ἡ νήτη διεζευγμένων.
Isagoge artis musicae. Bacchius Geron. ed. Karl von Jan. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.