τὸ δξὺ, οἶον τὸ παρυπάτης ὑπάτων καὶ τρίτης διεζευγμένων, ἐκαλεῖτο δὲ λύδιον. τρίτον οὗ τρίτος, 1 2 οἷον τὸ λιχανοῦ ὑπάτων καὶ παρανήτης, ἐκαλεῖτο δὲ φρύγιον. τέταρτον οὗ τέταρτος, οἷον τὸ ὑπάτης μέσων καὶ νήτης, ἐκαλεῖτο δὲ δώριον. πέμπτον οὗ πέμπτος, οἷον τὸ παρυπάτης καὶ τρίτης ὑπερβολαίων,
ἐκαλεῖτο δὲ ὑπολύδιον. ἕκτον οὗ ἕκτος, οἷον τὸ λιχανοῦ καὶ παρανήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποφρύγιον. ἕβδομον δὲ οὗ ἕβδομος, οἷον τὸ μέσης καὶ νήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποδώριον καὶ κοινὸν καὶ λοκριστί. αἱ οὗν λιχανοὶ καὶ αἱ παρανῆται
ἰσοδυναμοῦσι ταῖς διατόνοις. τοσαῦτα μὲν οὖν ἐστι τῶν συμφωνιῶν τὰ εἴδη ἐν τῇ μουσικῇ τέχνῃ, διʼ ὧν πᾶσα μελοποιία συνίσταται.
Isagoge artis musicae. Bacchius Geron. ed. Karl von Jan. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.