σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι. μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη τῶν ψυχῶν — ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω έν σκότει διατελοῦσι,
μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα.
ὦτα ἀκούειν ἀκουέτω« —, ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς ἄφεσιν ἁμαρτιῶν τοιοῦτόν τινα τρόπον·
αἰώνων οὐδὲ οἱ αἰῶνες οἱ] ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄφεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον 1 2 ἐξικνεῖται μέχρις οὐρανοῦ καὶ τῶν ἀστέρων ἐπιψαῦσαν τῶν ἐκεῖ πάλιν ἑαυτὸ συστέλλειε ὑπὸ τοῖς f. 104v βλεφάροις τῆς ὄφεως ὅτε βούλεται·
ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, κοὶ δἔ τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη κέκρυπται·
ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος, ἀπιστούμενος.
οὕτως, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην, ἐλούσατο δὲ τύπον κοὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου μένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿ ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα πρὸς τὸ ξύλον
καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ’ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἔκτετυπωμένον σῶμα.
ἐκ τῆς σαρκὸς σάρξ ἐστιν.« ἀπὸ τῶν τριάκοντα οὖν αἰώνων τριά- 3 4 κοντα ἰδέας ἐνεδύσατο· f. 105 r διὰ τοῦτο ἐπὶ τριάκοντα ἴτη ἔτη ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδέᾳ ἐνιαυτῷ φανερουμένος.
φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι.
ἴδιος καὶ πολίτης, ὅν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μόνον ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους.
ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.
Refutatio Omnium Haeresium (= Philosophumena). Hippolytus. ed. Paul Wendland. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.