προβεβλημένος τῷ Πατρὶα οὐτός έστιν ὁ καλούμενος παρ’ αὐτοῖς κοινὸς τοῦ πληρώματος Καρπός. ταῦτα μὲν οὖν ἐντὸς πληρώματος ἦν οὕτως. καὶ προβέβλητο ὁ κοινὸς τοῦ πληρώματος καρπός, ὁ Ἰηξσοῦς — τοῦτο γὰρ ὄνομα αὐτῷ —, ὁ ἀρχιερεὺς ό μέγας· ἡ δὲ ἔξω τοῦ πληρώματος Σοφία, ἐπιςητοῦοα τὸν Χριστὸν τὸν μεμορφωκότα καὶ
τὸ ἅγιον Πνεῦμα, ἐν φόβῳ μεγάλῳ κατέστη, ὅτι ἀπολεῖται κεχωριαμένου τοῦ μορφώσαντος αὐτὴν καὶ στηρίσαντος.
τοῖς πάθεσι τρέκπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος αὐτήν.
ούν ἔξω τοῦ πληρώματος <ὁ κοινὸς τοῦ πληρώματος> εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρααι, καὶ φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ καὶ διωρθώατο τὰ πάθη αὐτῆς, f. 74r διορθούμενος δὲ ἐώρα, ὅτι ἀπολέσθαι αὐτὰ αἰώνια ὄντα καὶ τῆς Σοφίας ού οὐ καλόν, οὔτε ἐν πάθεσιν εἶναι τὴν Σοφίαν τοιούτοις, ἐν φόβῳ καὶ
λύπῃ, ἱκετείᾳ. ἀπορίᾳ.
καὶ οὕτως ἐπὶ δέηαιν καὶ ἱκετείαν κατέφυγεν. ἔστι δὲ πυρώδης, φησίν, ἡ ψυχικὴ ούσία, καλεῖται δὲ καὶ τόπος <μεσότητος> ὐπ᾿ αὐτῶν ἑβδομὰς καὶ παλαιὸς τῶν ἡμερῶν· καὶ ὅσα τοιαῦτα λέγουσι περὶ τούτου, ταῦτα εἶναι τοῦ φυχικοῦ, ὅν φησιν εἶναι τοῦ κόσμου δημιουργόν.
ἐστι φλέγον καὶ καταναλ\΄ισκον«· καὶ γὰρ τοῦτο οὕτως γεγράφθαι θέλει. διπλῆ δέ τίς ἐστι, φησίν, ἡ δύναμις τοῦ πυρός· ἔστι γὰρ πῦρ παμφάγον, κατασβεσθῆναι μὴ δυν΄μενον * * * κατὰ τοῦτο τοίνυν τὸ μέρος θνητή τίς ἐστιν ἡ ψυχή, μεσότης τις οὖσα· ἔστι γὰρ έΒδομὰς καὶ κατάπαυσις.
Σοφία ἡ μεμορφωμένη καὶ ὁ κοινὸς τοῦ πληρώματος Καρπός, ὐπεράνω δὲ τῆς ὕλης, ἧς ἐστι δημιουργός. ἐὰν <οὐν> ἐξομιωθῇ τοῖς ἄνω, τῇ ὀγδοάδι, | ἀθάνατος ἐγένετο καὶ ἦλθεν εἰς τὴν ὀγδοάδα. f. 74v ἤτις έστίν, φησίν, »Ἱερουσαλὴμ ἐπουράνιος‘· ἐὰν ἐὰν δὲ έξομοιωθῇ τῇ ὕλῃ, τουτέστι τοῖς πάθεσι τοῖς ὑλικοῖς, φθαρτὴ ἔσται καὶ
ἀπώλετο.
Refutatio Omnium Haeresium (= Philosophumena). Hippolytus. ed. Paul Wendland. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.