λογισμόν. τοῦτον μόνον ἐξ οντων ἐγέννα· το γὰρ ον αυτος ὁ πατὴρ ἠν, ἐξ οὑ τὸ γεννηθέν.
πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον f. 133v τὸ κατὰ ἓν λόγος ἀπετέλει τὸ ἀρέσκον θεῷ.
πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, <οὐδ᾿ ἐξ> ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἴνα λόγος ὑπουργῇ.
καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα.
ὁ θεός. ταῦτα λόγω ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα ἢ ὡς ἐγένετο.
πεποιηκότι καὶ μὴ ἀντίβαινε νῦν, ἴνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. τούτου ὁ λόγος μόνος ἐξ αὐτοῦ.
ν(ομ)ίςειν τι κακὸν τὸ κακὸν ὀνομάζεται, οὐκ ὂν ἀπ᾿ ἀρχῆς, ἀλλ᾿ ἐπιγινόμενον.
ποιεῖν τὸ προστεταγμένον καὶ μὴ ποιεῖν. τούτῳ νόμος ὡρίσθη διὰ δικαίων ἀνδρῶν ἐπάνωθεν· ἔγγιον ἡμῶν διὰ τοῦ προειρημένου Μωϋσέως, ἀνδρὸς εὐλαβοῦς καὶ θεοφιλοῦς, νόμος ὡρίζετο πλήρης σεμνότητος καὶ δικαιοσύνης.
λέγοντες ὑπεμίμνῃσκον τὴν ἀνθρωπότητα, τὰ δὲ ἐνεστῶτα δεικνύντες μὴ ῥᾳθυμεῖν ἔπειθον, τὰ δὲ μέλλοντα προλέγοντες τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα.
καρδίας συναρπαζομένων οὐδὲ οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ, ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν.
τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἴνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.
σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρὼν καὶ δι᾿ αὑτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ θεὸς πονηρὸν καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ
μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις.
Refutatio Omnium Haeresium (= Philosophumena). Hippolytus. ed. Paul Wendland. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.