Οἰκέτης ἐτύγχανε Καρποφόρου τινὸς ἀνδρὸς πιστοῦ
95
ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. Τούτῳ ὁ Καρποφόρος, ἅτε δὴ ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλάμενος κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ πισκινῇ πουπλικῇ, ᾧ οὐκ
ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν
1
προσχήματι τοῦ Καρποφόρου. Ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. Οὗ ταῦτα πράξαντος, οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ· ὁ δὲ ἔφη ἀπαιτεῖν λόγους παρ᾿ αὐτοῦ. Ταῦτα
συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος,
5
ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτῳ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχανε πλέον, ἀνέβη πλευσόμενος. Ἀλλ᾿ οὐδὲ οὕτως λαθεῖν δεδύνηται· οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ τὸ γεγενημένον.
Ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον
10
ὁρμᾶν κατὰ [τὰ] μεμηνυμένα· τοῦτο δὲ ἦν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. Τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὦν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι,
ἠφείδησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν
ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ναῦται καταπηδήσαντες
15
εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ ἀπὸ τῆς γῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο. Χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ
παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν
20
δραπέτην, φάσκοντες αὐτὸν ὁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον. Ὁ δὲ
Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν — πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν
τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν — καὶ πεισθεὶς ἐκέλευσεν
25
ἐξαγαγεῖν αὐτόν. Ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι, καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε, καὶ σαββάτῳ σκηψάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας, ὥρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων, καὶ
στὰς κατεστασίαζεν αὐτῶν. Οἱ δὲ καταστασιασθέντες ὑπ᾿ αὐτοῦ,
30
ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως. Ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾳ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν ἐκώλυε καταστασιάζων ἡμῶν,
φάσκων εἷναι Χριστιανός. Τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος
35
τυγχάνοντος καὶ τοῖς ὑπ᾿ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα. Ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· Δέομαι, κύριε Φουσκιανέ, μὴ σὺ αὐτῷ πίστευε, οὐ γάρ ἐστι Χριστιανός,
ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας,
40
ὡς ἀποδείξω. Τῶν δὲ Ἰουδαίων ὑποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. Ὁ δὲ κινηθεὶς ὑπ᾿ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον
Σαρδονίας. Μετὰ χρόνον δὲ ἑτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα
45
ἡ Μαρκία ἔργον τι ἀγαθὸν ἐργάσασθαι, οὖσα φιλόθεος παλλακὴ Κομόδου, προσκαλεσαμένη τὸν μακάριον
Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ᾿ ἐκεῖνο καιροῦ, ἐπηρώτα, τίνες
εἶεν ἐν Σαρδονίᾳ μάρτυρες. Ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα,
τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ τετολμημένα παρ᾿ αὐτοῦ.
50
Τυχοῦσα οὗν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπολύσιμον ἐπιστολὴν Ὑακίνθῳ τινὶ σπάδοντι πρεσβυτέρῳ, ὃς λαβὼν διέπλευσεν εἰς τὴν Σαρδονίαν, καὶ ἀποδοὺς τῷ κατ᾿ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἀπέλυσε
τοὺς μάρτυρας πλὴν τοῦ Καλλίστου. Ὁ δὲ γονυπετῶν καὶ δακρύων
55
ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. Δυσωπηθεὶς οὗν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον . . ., φάσκων θρέψας εἶναι Μαρκίας, τασσόμενος αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισθεὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον. Οὗ παραγενομένον ὁ Οὐΐκτωρ πάνυ ἤχθετο
ἐπὶ τῷ γεγονότι, ἀλλ᾿ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχασε· φυλασσόμενος
60
δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον (οὐ γὰρ ἦν μακρὰν τὰ ὑπ᾿ αὐτοῦ τετολμημένα), ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπτοντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι ἐκτροφῆς. Μεθ᾿ οὗ κοίμησιν Ζεφυρῖνος συναράμενον αὐτὸν
σχὼν πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε τῷ ἰδίῳ κακῷ,
65
καὶ τοῦτον μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. Ὧι ἀεὶ συνὼν καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων, ἐξηφάνισε μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα
αὐτῷ πρὸς ἃ ἥδετο ὁμιλοῦντος. Οὕτω μετὰ τὴν τοῦ Ζεφυρίνου
70
τελευτὴν νομίζων τετυχηκέναι
οὗ ἐθηρᾶτο, τὸν Σαβέλλιον ἀπέωσεν ὡς μὴ φρονοῦντα ὀρθῶς, δεδοικὼς ἐμὲ καὶ νομίζων οὕτω δύνασθαι ἀποτρίψασθαι τὴν πρὸς τὰς ἐκκλησίας κατηγορίαν, ὡς μὴ ἀλλοτρίως φρονῶν. Ἦν οὖν γόης καὶ πανοῦργος
καὶ ἐπὶ χρόνῳ συνήρπασε πολλούς. Ἔχων δὲ καὶ τὸν ἰὸν ἐγκείμενον
75
ἐν τῇ καρδίᾳ, καὶ εὐθέως μηδὲν φρονῶν, ἅμα δὲ καὶ αἰδούμενος τὰ ἀληθῆ λέγειν, διὰ τὸ δημοσίᾳ ἡμῖν ὀνειδίζοντα
εἰπεῖν· δίθεοί ἐστε, ἀλλὰ καὶ διὰ τὸ ὑπὸ τοῦ Σαβελλίου συχνῶς κατηγορεῖσθαι ὡς παραβάντα τὴν πρώτην πίστιν, ἐφεῦρεν
αἵρεσιν τοιάνδε, λέγων τὸν λόγον αὐτὸν εἶναι υἱόν, αὐτὸν
80
καὶ πατέρα ὀνόματι μὲν καλούμενον, ἓν δὲ ὂν τὸ πνεῦμα ἀδιαίρετον· οὐκ ἄλλο εἶναι πατέρα, ἄλλο δὲ υἱόν, ἓν δὲ καὶ τὸ αὐτὸ ὑπάρχειν· καὶ τὰ πάντα γέμειν τοῦ θείου πνεύματος τά τε ἄνω καὶ κάτω· καὶ εἶναι τὸ ἐν τῇ παρθένῳ σαρκωθὲν πνεῦμα οὐχ
ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ ἓν καὶ τὸ αὐτό. Καὶ τοῦτο εἶναι
85
τὸ εἰρημένον· Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; Τὸ μὲν γὰρ βλεπόμενον, ὅπερ ἐστὶν ἄνθρωπος, τοῦτο εἶναι τὸν υἱόν, τὸ δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα τοῦτο εἶναι τὸν πατέρα· οὐ γὰρ, φησίν, ἐρῶ δύο θεούς, πατέρα
καὶ υἱόν, ἀλλ᾿ ἕνα. Ὁ γὰρ ἐν αὐτῷ γενόμενος πατὴρ
90
προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν ἑνώσας ἑαυτῷ, καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν, καὶ τοῦτο ἕν ὂν πρόσωπον μὴ δύνασθαι εἶναι δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ· οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι
καὶ ἓν εἶναι πρόσωπον . . . ἐκφυγεῖν τὴν εἰς τὸν πατέρα
95
βλασφημίαν ὁ ἀνόητος καὶ
ποικίλος, ὁ ἄνω κάτω σκεδάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται. Τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο
διδασκαλεῖον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ
1
πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ᾿ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. Ὁ γὰρ παρ᾿ ἑτέρῳ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν,
οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ τοῦ Καλλίστου
5
σχολῇ. Οὗ τῷ ὄρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοι τῆς ἐκκλησίας ὑφ᾿ ἡμῶν γενόμενοι, προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. Οὗτος
ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἁμάρτοι τι, εἰ καὶ πρὸς θάνατον,
10
μὴ δεῖν κατατίθεσθαι. Ἐπὶ τούτου ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι εἰς κλήρους· εἰ δὲ καί τις ἐν κλήρῳ ὢν γαμοίη, μένειν τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς μὴ ἡμαρτηκότα· ἐπὶ τούτῳ φάσκων εἰρῆσθαι
τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον
15
οἰκέτην; Ἀλλὰ καὶ παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη λέγεσθαι· Ἄφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας. Ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα ἐκκλησίας ἔφη γεγονέναι, ἐν
ᾗ καὶ κύνες καὶ λύκοι καὶ κόρακες καὶ πάντα τὰ καθαρὰ καὶ
20
ἀκάθαρτα· οὕτω φάσκων δεῖν εἶναι ἐν ἐκκλησίᾳ ὁμοίως· καὶ ὅσα
πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν οὕτως ἡρμήνευσεν, οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμασι διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς, ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι. Διὸ
καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις διὰ τὰς ἡδονάς, ἃς
25
οὐ συνεχώρησεν ὁ Χριστός· οὗ καταφρονήσαντες οὐδὲν ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. Καὶ γὰρ καὶ γυναιξὶν ἐπέτρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γε ἐκκαίοιντο ἀναξίᾳ, ἢ ἑαυτῶν ἀξίαν μὴ βούλοιντο καθαιρεῖν διὰ
τὸ νομίμως γαμηθῆναι, ἔχειν ἕνα ὃν ἂν αἱρήσωνται σύγκοιτον,
30
εἴτε οἰκέτην, εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς μὴ νόμῳ γεγαμημένην. Ἔνθεν ἤρξαντο ἐπιχειρεῖν πισταὶ λεγόμεναι ἀτοκίοις φαρμάκοις καὶ περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν
τέκνον μήτε ἐξ εὐτελοῦς, διὰ τὴν συγγένειαν καὶ ὑπέρογκον οὐσίαν.
35
Ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων· καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν
ἑαυτοὺς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς.
Ἐπὶ τούτου πρώτως τετόλμηται δεύτερον αὐτοῖς βάπτισμα.
40
Ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο, οὐ διαμένει τὸ διδασκαλεῖον φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν, μὴ διακρῖνον, τίσι δεῖ κοινωνεῖν, πᾶσι δ᾿ ἀκρίτως προσφέρον τὴν κοινωνίαν· ἀφ᾿ οὖ καὶ τὴν τοῦ ὀνόματος μετέσχον ἐπίκλησιν καλεῖσθαι
διὰ τὸν πρωτοστατήσαντα τῶν τοιούτων ἔργων Κάλλιστον
45
Καλλιστιανοί.