Οὗτος οὖν ὁ πυροειδὴς θεός, ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος,
20
πεποίηκε τὸν κόσμον οὕτως, ὡς φησὶ Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ
φωτὸς αἰωνίοις χαρακτῆρσι.
Μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ
τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη
25
τῶν ψυχῶν· ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω ἐν σκότει διατελοῦσι, μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα. Ὅτι δὲ τοῦθ᾿ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος·
Καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα
30
καὶ οἰκίαν ἐξ οἰκίας, καὶ τοῦ σωτῆρος λέγοντος· Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὧτα ἀκούειν ἀκουέτω. Ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς
ἄφεσιν ἁμαρτιῶν. Τοιοῦτόν τινα τρόπον ὁ μονογενὴς υἱὸς
35
ἐκεῖνος, ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι, ῥύσασθαι κατελθὼν ἠθέλησεν. Εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες
οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως
40
κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄψεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον, ἐξικνεῖται μέχρις οὐρανοῦ, καὶ τῶν ἀστέρων ἐπιψαύσας τῶν ἐκεῖ πάλιν ἑαυτὸν συστέλλει ὑπὸ τοῖς βλεφάροις
τῆς ὄψεως ὅτε βούλεται. Καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως,
45
καὶ πανταχῆ γινόμενον καὶ πάντα, ἡμῖν ἐστιν ἀφανές, μόνον δὲ ὁρῶμεν ἡμεῖς ὄψεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένα εὐρὺν πολύπτυχον πολυκτηδόνα, χιτῶνα κερατοειδῆ,
ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, καὶ εἴ
τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη
50
κέκρυπται. Οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον τοῦ τρίτου αἰῶνος αἰῶνα, καὶ γενόμενος ἐν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον τηλικοῦτος ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος,
ἀπιστούμενος. Ἵν᾿ οὖν, φασὶν οἱ Δοκηταί, καὶ τὸ σκότος
55
ἐπενδύσηται τὸ ἐξώτερον, τὴν σάρκα φησίν, ἄγγελος συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται. Ἐγεννήθη τὸ ἐξ αὐτῆς ὡς γέγραπται. Γεννηθὲν δὲ
ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς
ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην,
60
ἐλούσατο δὲ τύπον καὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿, ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα
πρὸς τὸ ξύλον, καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς
65
καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ᾿ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἐκτετυπωμένον σῶμα. Τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅτι τὸ γεγεννημένον
70
ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. Ἀπὸ τῶν τριάκοντα οὗν αἰώνων τριάκοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἔτη γέγονεν ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδίᾳ ἐνιαυτῷ φανερουμένου.
Εἰσὶ δὲ καὶ ἀπὸ ἑκάστου τῶν τριάκοντα
αἰώνων ἅπασαι ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν
75
ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι. Διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ
ἄλλος ὁρώμενος ἀπ᾿ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησίν,
80
καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὅς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὃν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μὲν ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους. Οἱ μὲν οὗν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ
σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς
85
δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.