Μωσέως οὖν εἰρηκότος· Ἓξ ἡμέραις ἐν αἷς ὁ
65
θεὸς
ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τὸν εἰρημένον τρόπον μετοικονομήσας ὁ Σίμων ἑαυτὸν θεοποιεῖ. Ὅταν οὗν λέγωσιν, ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης
γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν
70
καὶ γῆν, καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον. Αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. Ὅταν δὲ λέγωσι· Πρὸ πάντων τῶν αἰώνων γεννᾷ με, περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται εἶναι.
Ἑβδόμη δὲ αὕτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ
75
ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων, αὕτη ἐστί, φησίν, ἡ ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς· Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν τῆς ἀπεράντου
δυνάμεως, περὶ ἧς ὁ Σίμων λέγει· Εἰκὼν ἐξ ἀφθάρτου
80
μορφῆς, κοσμοῦσα μόνη πάντα. Αὕτη γὰρ ἡ δύναμις, ἡ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. Τοιαύτης οὖν τινὸς καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ᾿ αὐτοῖς,
ἔπλασε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών·
85
ἔπλασε δὲ οὐχ ἁπλοῦν, ἀλλὰ διπλοῦν κατ᾿ εἰκόνα καὶ
καθ᾿ ὁμοίωσιν. Εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον καὶ μὴ ἐνεργείᾳ γενόμενον.
Τοῦτο ἐστί, φησί, τό εἰρημένον· Ἵνα μὴ σὺν τῷ κόσμῳ
90
κατακριθῶμεν. Ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς γέγραπται ἐν τῇ
Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται. Τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλλακτον, τὸ μηκέτι γινόμενον. Πῶς οὖν καὶ τίνα τρόπον,
φησί, πλάσσει τὸν ἄνθρωπον ὁ θεός; Ἐν παραδείσῳ, οὕτως
95
γὰρ αὐτῷ δοκεῖ. Ἔστω, φησί, παράδεισος ἡ μήτρα, καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς ἡ γραφὴ διδάξει ὅτε λέγει· Ἐγώ εἰμι ὁ πλάσσων σε ἐν μήτρᾳ μητρός σου. Καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. Τὸν παράδεισον, φησίν, ἀλληγορῶν ὁ Μωσῆς
σῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. Εἰ δὲ
1
πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτρα, Ἐδὲμ δὲ τὸ χωρίον, ποταμὸς ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζειν
τὸν παράδεισον ὁ ὀμφαλός. Οὗτος, φησίν, ἀφορίζεται ὁ
5
ὀμφαλὸς εἰς τέσσαρας ἀρχάς, ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσίν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος. Ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χωρίου ἐκπορευόμενος ὁ ὀμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ
ἐπιγάστριον, ὃν κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν . . . .
10
αἱ δὲ δύο φλέβες, δι᾿ ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χωρίου τὸ αἷμα κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν· αἱ δὲ ἀρτηρίαι, ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν
κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην συνάπτουσιν ἀρτηρίαν,
15
τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῶν ἐμβρύων. Πλαττόμενον γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν
λαμβάνει, οὔτε ταῖς ῥισὶν ἀναπνέει·
ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν ὁ θάνατος εἰ
20
ἀνέπνευσεν· ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. Ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι᾿ ὀμφαλοῦ καὶ διὰ τῆς κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.