Οἱ μὲν οὖν διὰ ψήφων τε καὶ ἀριθμῶν στοιχείων τε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως
τοῦ κατ᾿ αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα
80
εἶναι ἑκάστου τῶν ἀριθμῶν, ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας
μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες, οἷον τῶν ἑξακισχιλίων ὁ πυθμὴν μονάδες ἔξ, τῶν ἑπτακισχιλίων μονάδες ἑπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τα
αὐτά, καὶ ἐπὶ τῶν ἑκατοντάδων, ὅσαι ἂν ὦσιν αἱ ἐκατοντάδες,
85
τοσαῦται μονάδες ὁ πυθμήν ἐστιν αὐτῶν, οἷον τῶν ἑπτακοσίων ἑπτά εἰσιν ἑκατοντάδες· ὁ πυθμὴν αὐτῶν ἑπτὰ μονάδες· τῶν ἑξακοσίων ἓξ ἑκατοντάδες· ὁ πυθμὴν αὐτῶν τρεῖς μονάδες. Τὸ ὅμοιον· καὶ ἐπὶ τῶν δεκάδων· τῶν μὲν ὀγδοήκοντα μονάδες
ὀκτώ, τῶν δὲ ἑξήκοντα μονάδες ἕξ, τῶν τεσσαράκοντα
90
μονάδες τέσσαρες, τῶν δέκα μονὰς μία. Ἐπὶ δὲ τῶν μονάδων, πυθμὴν αὐταὶ εἰσὶν αἱ μονάδες, οἷον τοῦ ἐννέα ὁ ἐννέα, τοῦ ὀκτὼ ὁ ὀκτώ, τοῦ ἑπτὰ ὁ ἑπτά. Οὕτως οὖν καὶ ἐπὶ τῶν στοιχείων ποιεῖν δεῖ· ἕκαστον γὰρ στοιχεῖον κατά τινα τέτακται
ἀριθμὸν, οἷον τὸ (??) πεντήκοντα μονάδων ἐστίν· τῶν δὲ πεντήκοντα
95
μονάδων πυθμήν ἐστιν ὁ πέντε, καὶ τοῦ (??) στοιχείου
πυθμήν ἐστιν ὁ πέντε. Ἔστω ἔκ του ὀνόματος τοὺς τούτου πυθμένας λαβεῖν. Οἷον τοῦ Ἀγαμέμνων ὀνόματος γίνεται τοῦ μὲν ᾱ μονὰς μία, τοῦ δὲ (??) μονάδες τρεῖς, τοῦ ἄλλου ᾱ μονὰς
μία, τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??),
1
τοῦ (??) μονάδες πέντε, τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??), ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἔσονται ᾱ, (??), ᾱ, (??), ταῦτα συντεθέντα ποιεῖ μονάδας (??). Πάλιν τούτων πυθμένας λαμβάνουσι,
καὶ γίνονται τῶν μὲν (??) τρεῖς, τῶν δὲ ἓξ αὐτὰ τὰ ἕξ·
5
συντεθέντα οὖν τὰ τρία καὶ τὰ ἓξ ποιεῖ ἐννέα, τῶν δὲ ἐννέα πυθμὴν ὁ ἐννέα. Κατέληξεν οὖν τὸ Ἀγαμέμνων ὄνομα εἰς τὸν ἐννέα πυθμένα. Ἔστω τὸ αὐτὸ καὶ ἐπὶ ἄλλου ὀνόματος ποιῆσαι τοῦ Ἕκτωρ. Τὸ Ἕκτωρ ὄνομα ἔχει στοιχεῖα (??) καὶ
κάππα καὶ ταῦ καὶ (??) καὶ (??). Τούτων πυθμένες (??), ᾱ·
10
ταῦτα συντεθέντα ποιεῖ μονάδας (??). Πάλιν τῶν δέκα πυθμὴν εἷς, τῶν ἐννέα ἐννέα, ἃ συντεθέντα ποιεῖ δέκα· τοῦ δέκα γίνεται πυθμὴν μονάς. Ψηφισθὲν οὖν τὸ Ἕκτωρ ὄνομα ἐποίησε πυθμένα μονάδα. Εὐκολώτερον δέ ἐστι τὸ οὕτως ποιεῖν· τοὺς
εὑρεθέντας ἐκ τῶν στοιχείων πυθμένας, ὡς νῦν ἐπὶ τοῦ Ἕκτορος
15
ὀνόματος εὕρομεν μονάδας (??), εἰς ἐννέα μέριζε καὶ τὸ περιλειπόμενον πυθμένας λέγε· οἷον τὰ (??) ἐὰν εἰς ἐννέα μερίζω,
περιλείπεται μονάς, ἐννάκις γὰρ δύο (??), καὶ λοιπὴ μονάς. Ἐὰν γὰρ ὑφέλω τῶν (??) τὰ δεκαοκτώ, λοιπὴ μονάς· ὥστε τοῦ
Ἕκτωρ ὀνόματος πυθμὴν ἔσται μονάς. Πάλιν τοῦ Πάτροκλος
20
ὀνόματος πυθμένες εἰσὶν ἀριθμοὶ οὗτοι, (??), ᾱ, (??), ᾱ, (??), (??) συντεθέντες
ποιοῦσι μονάδας (??). Τούτων τὸ λοιπὸν μονάδες ἑπτά, τῶν (??) τρεῖς, καὶ τῶν (??) αὐταὶ αἱ (??). Πυθμὴν οὖν εἰσὶ τοῦ Πάτροκλος ὀνόματος μονάδες (??). Οἱ μὲν οὖν κατὰ
τὸν ἐννεαδικὸν κανόνα ψηφίζοντες [τὸ] ἔννατον λαμβάνουσι τοῦ
25
ἀθροισθέντος ἐκ τῶν πυθμένων ἀριθμοῦ, καὶ τὸ περιλειφθὲν πλῆθος τῶν πυθμένων ὁρίζονται, οἱ δὲ κατὰ τὸν ἑβδοματικὸν τὸ ἕβδομον· οἷον εὑρέθη ἐπὶ τοῦ Πάτροκλος. ὀνόματος τὸ ἐπὶ τῶν πυθμένων ἄθροισμα μονάδες (??)· τοῦτο μερισθὲν εἰς ἑβδομάδας
ποιεῖ (??) ὅ ἐστι (??)· λοιπαὶ μονάδες ἕξ· λέγει ὅτι ὁ
30
πυθμὴν τοῦ Πάτροκλος ὀνόματος εἰσὶν ἓξ κατὰ τὸν ἑβδοματικόν. Εἰ δὲ ἔσται (??), τὸ ἕβδομον λέγει (??), ἑπτάκις γὰρ ἓξ (??), καὶ λοιπὸν ἔν. Μονὰς οὖν γίνεται ὁ πυθμὴν ὁ ἀπὸ τῶν (??) κατὰ τὸν ἑβδοματικόν. Δεῖ δὲ προσέχειν ἐὰν ὁ ληφθεὶς
ἀριθμὸς μεριζόμενος ἀπαρτίσῃ, οἷον ἐὰν ἔκ τινος ὀνόματος συντιθεὶς
35
τοὺς πυθμένας εὕρω λόγου χάριν μονάδας (??)· ὁ δὲ (??) μεριζόμενος εἰς τὸν ἐννέα (??) ἀπαρτίζει ἐννεάδας (ἐννάκις γὰρ (??) (??), καὶ οὐδὲν περιλείπεται)· τὸν πυθμένα οὗν αὐτὸν τὸν (??) δῆλον εἶναι. Κἂν πάλιν τὸν τεσσαράκοντα πέντε ἀριθμὸν μερίζοντες
εὕρωμεν ἀπαρτίζοντα ἐννέα· καὶ γὰρ ἐννάκις πέντε (??),
40
καὶ λείπεται οὐδέν· ἐπὶ τῶν τοιούτων αὐτὸν τὸν ἐννέα λέγουσι πυθμένα. Καὶ ἐπὶ τοῦ ἑβδοματικοῦ ὁμοίως, ἐὰν λόγου χάριν τὸν (??) εἰς τὸν ἑπτὰ μερίζοντες ἀπαρτίσωμεν (ἑπτάκις γὰρ (??), καὶ περιλείπεται οὐδέν), τὸν ἑπτὰ λέγουσι πυθμένα. Ὅταν μέντοι
ψηφίζῃ τὰ ὀνόματα καὶ εὑρίσκῃ δὶς τὸ αὐτὸ γράμμα, ἅπαξ
45
αὐτὸ
ψηφίζει, οἷον τὸ Πάτρολος ὄνομα καὶ τὸ (??) ᾱ δὶς ἔχει καὶ τὸ (??) δίς, ἅπαξ οὖν τὸ ᾱ ψηφίζουσι καὶ ἅπαξ τὸ (??). Κατὰ τοῦτο οὗν πυθμένες ἔσονται (??), ᾱ, (??), ᾱ, (??), καὶ συντεθέντες ποιοῦσι μονάδας (??), καὶ ἔσται πυθμὴν τοῦ ὀνόματος
κατὰ μὲν τὸν ἐννεαδικὸν αὐτὸς ὁ ἐννέα, κατὰ δὲ τὸν ἑβδοματικὸν
50
ἕξ. Ὁμοίως Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ
τὸν ἐννεαδικὸν δύο πυθμένα, Πάτροκλος δὲ ποιεῖ μονάδας (??)· νικᾷ Πάτροκλος. Ὅταν γὰρ ᾖ ὁ μὲν εἷς περισσός, ὁ δὲ ἕτερος ἄρτιος, ὁ περισσὸς νικᾷ, ἐὰν μείζων ᾖ. Πάλιν δὲ ἐὰν ᾖ ὀκτὼ
ἄρτιος καὶ πέντε περισσός, ὁ ὀκτὼ νικᾷ, μείζων γάρ ἐστιν. Εἰ
55
δὲ εἰσὶν ἀριθμοὶ δύο οἷον ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων νικᾷ. Πῶς δὲ ὁ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο; παραλείπεται γὰρ τὸ (??) στοιχεῖον· ὅταν γὰρ ᾖ ἐν ὀνόματι στοιχεῖον (??) καὶ (??), παραλιμπάνουσι τὸ
(??) ἑνὶ στοιχείῳ χρώμενοι· ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα,
60
δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται. Πάλιν Αἴας ποιεῖ μονάδας τέσσαρας, Ἕκτωρ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν. Καὶ ἔστιν ἡ μὲν τετρὰς ἄρτιος, ἡ μονὰς δὲ περισσή. Ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν,
νικᾷ ὁ Αἴας. Πάλιν Ἀλέξανδρος καὶ Μενέλαος. Ἀλέξανδρος
65
κύριον ἔχει ὄνομα [Πάρις]. Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν (??), Μενέλαος δὲ κατὰ τὸν
ἐννεαδικὸν μονάδας (??), νικῶσι δὲ αἱ ἐννέα τὰς τέσσαρας· εἴρηται γάρ, ὁπόταν ὁ μὲν περισσὸς ᾖ, ὁ δὲ ἄρτιος, ὁ μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι
ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων. Πάλιν Ἄμυκος καὶ
70
Πολυδεύκης. Ἄμυκος μὲν ποιεῖ μονάδας δύο κατὰ τὸν ἐννεαδικόν, καὶ Πολυδεύκης δὲ ἑπτά· νικᾷ Πολυδεύκης. Αἴας καὶ Ὀδυσσεὺς ἐπάλαισαν ἐν τῷ ἐπιταφίῳ. Αἴας ποιεῖ κατὰ τὸν ἐννεαδικὸν μονάδας (??), Ὀδυσσεὺς ὀκτὼ κατὰ τὸν ἐννεαδικόν·
ἆρα οὖν μήτι τὸ Ὀδυσσέως ἐπίθετον καὶ οὐ κύριόν ἐστιν; ἐνίκησε
75
γάρ. Κατὰ μὲν τοὺς ἀριθμοὺς νικᾷ Αἴας, ἡ δ᾿ ἱστορία Ὀδυσσέα παραδίδωσιν. Ἀχιλλεὺς καὶ Ἕκτωρ. Ἀχιλλεὺς κατὰ τὸν ἐννεαδικὸν ποιεῖ τέσσαρας, Ἕκτωρ μίαν· νικᾷ Ἀχιλλεύς. Πάλιν Ἀχιλλεὺς καὶ Ἀστεροπαῖος. Ἀχιλλεὺς ποιεῖ τέσσαρας,
Ἀστεροπαῖος τρεῖς· νικᾷ Ἀχιλλεύς. Πάλιν Μενέλαος καὶ Εὔφορβος.
80
Μενέλαος ἔχει μονάδας ἐννέα, Εὔφορβος ὀκτώ· νικᾷ Μενέλαος. Τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες
λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων,
85
ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ δὲ τῶν ἀφώνων, καὶ συγκρίνουσι
χωρὶς ἕκαστον. Ἄλλοι δὲ οὐδὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ᾿ ἄλλοις, οἷον ὑποδείγματος ἕνεκα τὸ (??) οὐ θέλουσι πυθμένα ἔχειν μονάδας (??), ἀλλὰ (??), καὶ τὸ (??) στοιχεῖον
πυθμένα μονάδας (??), καὶ παντοίως στρεφόμενοι οὐδὲν
90
ὑγιὲς εὑρίσκουσιν. Ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ᾿ ἑκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ
τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.