EK ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ
1ἀπειθήσαντος συρραγῇ, τοῦ προστάγματος γίνεται. προεξώρμα δὲ καὶ ἡ Κωνσταντία, προεντυχῖν σπεύδουσα τἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρός, ἀλλ᾿ αὕτη μὲν κατὰ Βιθυνίαν γενομένη ἐπεσχέθη τῷ θανάτῳ καὶ τῆς ὁδοῦ καὶ τοῦ βίου· ἐξ οὑ καὶ ὁ
3 4
μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλλον. ὁ δέ, εἰδὼς μὲν ὡς οὐκ ἐπ᾿ ἀγαθᾠ τυγχάνει καλούμενος, ἐννοῶν δὲ πάλιν ὡς, ὡς, μὴ βούλοιτο ὑπακούειν, πόλεμον ἀνάγκη ποιεῖν ὅπλα πρὸς Κωνστάντιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ τῆς εἰρήνης. καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐτὸς
ἀπῄει αὐτόμολος ἐπὶ τὸν κίνδυνον. ἡ μὲν οὐν Κωνσταντία προτέρα ἐξώρμησε, προεντυχεῖν τῷ ἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή τι εἰς αὐτὸν βουλεύσασθαι
ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς γνοὺς τὸν τὸν ἀδελφὴς ὁ
ἀρχήν, ἐφ’ ᾧ τὸν Γάλλον ἀφελέσθαι μὲν τῆς ἀλουργίδος, ὐπερόριον δὲ κατά τινα νῆσον τῆς Δαλματίας ποιήσασθαι. ὁ δὲ Θεόφιλος παρὼν οὐκ εἴα προελθεῖν τὴν πρᾶξιν. καὶ γὰρ καθ’ ὃν καιρὸν καῖσαρ ὁ Γάλλος κεχειροτόνητο, τῶν μεταξὺ αὐτοῦ καὶ Κωνσταντίου προελθόντων ὅρκων, οἳ τὴν ἐν ἀμφοῖν φιλίαν καὶ τὸ παρ᾿ ἑκατέρου ἀνεπιβούλευτον
ἑκατέρῳ διετίθεντο, αὐτὸς ὁ μεσίτης ἦν, καὶ ὁ συνέχο)ν αὐτῶν τὴν ὁμόνοιαν. πλὴν ἀλλά γε μαθὼν ὁ Κωνστάντιος τὴν τοῦ Θεοφίλου ἀποκώλυσιν, ἐκεῖνον μὲν ὑπερόριον ἄγεσθαι κελεύει, τὸν Ε; Γάλλον εἰς ἰδιώτην ἀπογυμνωθέντα φρουρησόμενον ἐκπέμπεσθαι
8
νόσον τε ἔπεσε μεταξὺ πορευομένη καὶ Βιθυνίας ἐπιβᾶσα ἐν σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν. ὁ δὲ Γάλλος, καὶ τοῦτο παρὰ δόξαν αὐτῷ συμβὰν μεγάλην συμφορὰν ποιησάμενος, ὅμως ᾔει τὸ πρόσω, τῶν δεδογμένων οὐκ ἐξιστάμενος. ἐπεὶ δὲ εἰς Νωρίκους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην, ἐνταῦθα δὴ ἀπὸ Μεδιολάνου
καταπέμπεται στρατηγὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἀλουργίδος καὶ εἰς ἰδιώτην μετασκευάσας ἐξόριστον αὐτὸν εἴς τινα νῆσον τῆς Δαλματίας κατέστησε. § 15] τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμένου,
καὶ σφὰς ἐκεῖνος τὸν κίνδυνον διαφυγὼν κακοὺς κακῶς ἀπολέσει. στέλλονται τοίνυν τῇ τούτων παραδρομῇ οἱ τὸν Γάλλον ἀναιρήσοντες. οὔπω δὲ τοῦ πάθους προελθόντος, εἰς μετάνοιαν ἐπιστραφεὶς ὁ Κωνστάντιος ἑτέρους ἐκπέμπει τὸν φόνον κωλύσοντας· τοὺς δὲ οἱ περὶ Εὐσέβιον ὑποποιοῦνται μὴ πρὶν παραγενέσθαι τῇ
νήσω μηδ’ ἐμφανίσαι τινὶ τὰς ἀνακαλούσας τὸν θάνατον ψήφους, πρὶν ἄν ὁ κατακριθεὶς τῷ ξίφει τὴν ζωὴν ἀπορρήξῃ. καὶ γέγονεν ὡς ἐσπούδασαν. διὰ τοῦτο κοὶ Ἰουλιανὸς ὕστερον, τὸ τῆς βασιλείας περιζωσάμενος κράτος, Εὐσέβιόν τε καὶ τοὺς σὺν αὐτῷ τῆς περὶ τὸν ἀδελφὸν παρανομίας δίκην εἰσεπράξατο.
12 13 14
ὡς τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. ὁ δὲ πεισθεὶς πέμπει τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ ἤδη τούτων ἀφικνουμένων πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἕτερον γράμμα τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν
μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον. ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει.
τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ’ αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν, πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρρωπον. ὁ μὲν οὖν ἀνῄρητο.
Γαλλίας φυλάττειν ἐκπέμπει· καὶ γὰρ λίαν ἐτετάρακτο τὰ τῇδε.
ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατής, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμηθεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων διά τε σώματος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετεμέλετό τε ἤδη τὸν Γάλλον ὑπεξελὼν καὶ λογισάμενος ὡς τὸ συγγενὲς του ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν
τῆς βασιλείας, Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ Καίσαρα ἀνέδειξε· καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν ἑαυτοῦ Ἐλένην εἰς γάμον ἐκδοὺς καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξέπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμενον.
20
Ὅσιον, συνόδου τινὸς ἐνταῦθα συστάσης καὶ εἰς ὁμοφωνίαν αὐτοὺς ὑποσπασαμένης· ἐπεὶ δὲ ὑπέγραψαν, τὸν μὲν Ὅσιον εἰς τὴν ἑαυτοῦ παροικίαν τὴν Κουδρούβην τῆς Ἰσπανίας ἐπανελθεῖν καὶ τοῦ θρόνου ἄρχειν, Λιβέριον δὲ τῆς Ῥωμαίων ἐκκλησίας. Φίληξ δέ, ὁ ἐν τῷ μεταξὺ χρόνῳ τῆς Ῥώμης ἐπίσκοπος καταστάς, εἰς ἑαυτὸν ἀπῄει, τὸ
μὲν ἀξίωμα τῆς ἐπισκοπῆς φέρων, οὐ μήν γέ τινος ἐκκλησίας προϊσταμενος.
Ἀστερίου γραμμάτων εἰς τὸ κατ᾿ οὐσίαν ὅμοιον ὑπενήνεκτο. οἱ δὲ συναιρεσιῶται τοῦτον ἀναφέροντες πρὸς τὸ ἑτεροούσιον ἀνῆγον. ἐπιεικῆ δὲ τὸν Εὐδόξιον ὀ Φιλοστόργιος καὶ κόσμιον τὰ ἤθη καὶ τὰ ἄλλα δεξιὸν ἀναγράφων, εἰς δειλίαν ἐκτόπως διαβάλλει· καὶ Ἀραβισσὸν μὲν τῆς μικρᾶς Ἀρμενίας πόλιν πατρίδα λαχεῖν τὸν αὐτοῦ πατέρα
Καισάριος ὄνομα αὐτῷ), μαρτυρικὸν δέ, καίτοι τῶν εἰς γυναῖ-
πλὴν τὴν ἀνάγκην καὶ τὰς πληγὰς οὐ προστίθησιν.
οὐ δέχεται.
ἁλούσης πάθει, ἐξεκρέματο δὲ τοῖς ἱμέροις αὐτῆς ὁ Κωνστάντιος, εἰς ἀνάγκην ἧκε τὸν Θεόφιλον τῆς ὑπερορίας ἀνακαλέσασθαι· ἐφημίζετο γὰρ οὗτος παθῶν εἶναι θείᾳ δυνάμει θεραπευτής. παραγεγονότα δέ, καὶ συγγνώμην οἶς εἰς αὐτὸν ἥμαρτεν αἰτῆσαι κοὶ πρὸς τὴν τῆς γυναικὸς θεραπείαν ἐκλιπαρῆσαι, καὶ μὴ διαμαρτεῖν, ὡς οὑτος λέγει,
τῆς αἰτήσεως. ἐπιθέντος γὰρ τὰς ἱλαστηρίους χεῖρας τοῦ Θεοφίλου, ἀπαλλαγῆναι τοῦ πάθους τὸ γύναιον.
προσήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατέθεσαν.
διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειρrάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείας ἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν
αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων διδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, έν οἷς τὸ μὲν ὄμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ
ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ’ οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἀψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται,
πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.
τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν.
τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέσθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ Δύσεως συναλίζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλλειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ,
τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾡ συνεδρίζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ | εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο,
ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπογραφαῖς ἰδίαις κατησφαλίσαντο. Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ
Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ᾿ ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ’ οὐσίαν ὅμοιον, τοὺς δ’ ἀντιφερομένους καθαιροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ
ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, πανταχοῦ τὸν τόμον διαπέμπουσιν.
οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λ·έγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτεραγωνιστῶν
χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆ.ς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ᾿ ᾡ τοὺς περὶ Βασίλειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱερσολύμων ὑπαὐτοῦ
παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὑ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὑτος ἠν μόνος διατιθέμενος.
τῶν λόγων, οὐκ ἔφασαν δεῖν ἐπισκόπους ὄντας διακόνῳ περὶ δογμάτων εἰς λόγους καθίστασθαι. ἀντειπόντων δὲ τῶν διαφερο-
37
κατἀ Παλαιστίνην ἐπισκοπήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν ἄμαχον, μεθ’ ὧν καὶ πάντων φησὶ κατισχῦσαι, τῶν τε ὁμοφρόνων δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάντων, καὶ τῶν τἀναντία θρησκευόντων.
τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, Βεβαιώσασθαι.
διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασιλείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· ὡς ἀνόμοιον«, ἴφη, τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται«. ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ
τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ᾿ ὃν ἐκεῖνος τρόπον ἀνεφθέγξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Αέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβληθῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ
καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γωώμημ μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο.
περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομολογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι πάντες ὅσοι παρῆσαν, καὶ ὄσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον.
διὰ τὸ κἀκείνους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος (näml. ὁ Φιλοστόργιος) καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη.
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.