EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
αὐτοῦ τοὔνομα τῶν κατὰ τοὺς λόγους ἀρχομένων γραμμάτων ἐν τάξει συντιθεμένων. ἄρχεται μὲν ἀπὸ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον, ὡς οὑτος λέγει, »ἔριδος«· ἣν καὶ τῆς αἱρέσεως αἰτίαν άναγράγει· κάτεεισι δὲ μέχρι τῆς Οὐαλεντινιανοῦ ὂς ἠν παῖς Πλακιδίας καὶ Κωνσταντίου) εἰς βασιλέα ἀναρρήσεως καὶ τῆς Ἰωάννον τοῦ τυράννου
ἀναιρέσεως.
κακῶν, ὅπως τε πάλιν ἀνδρῶν ἀνήνεγκεν ἀρετή, καὶ τότε κατὰ τῶν πολεμίων ἐπανείλοντο κράτος καὶ ὁ νεὼς τῶν Ἑλληνικῶν ἀνεκαθάρθη μολυσμάτων. τὸ δεύτερον δὲ μὴ τὸν αὐτὸν μέν φησι ἐνδείκνθσθαι συγγραφέα· σύνοψιν δὲ εἶναι τῶν ὑπὸ Ἰάσονος τοῦ Κυρηναίου ἐν πέντε λόγοις ἀναγεγηραμμένων ἂ τὸν πόλεμον ἀπαγγέλλει
ὂν Ἰούδας ὁ Μακκαβαῖος πρὸς Ἀντίοχόν τε τὸν ἐπιφανῆ καὶ τὸν αὐτοῦ παῖδα τὸν ἐπίκλην Εὐπάτορα διεπολέμησεν. τὸ δὲ τρίτον ἀποδοκιμάζει, τερατῶδες καλῶν καὶ οὐδὲν ὅμοιον τῷ πρώτῳ διεξερχόμενον. τὸ μέντοι γε τέταρτον ὑπὸ Ἰωσήπου γεγράφθαι καὶ αὐτὸς συνομολογῶν, οὐχ ἱστορίαν μᾶλλον ἤ ἐγκώμιον εἶναί φησι, τὰ
περὶ τὸν Ἐλεάζαρου καὶ τοὺς παῖδας παῖδας τοὺς Μακκαβαίους διηγούμενον.
φησιν αὐτὸν πλημμελεῖν. καταπαῦσαι δὲ αὐτὸν τὰς οἰκείας τῆς ἱστορίας μνήμας μνήμας τῆς τῶν παίδων διαδοχῆς τοῦ μεγάλου Κωνσταντινου συνεπιμαρτυρεται.
περιελθεῖν αὐτῷ ταύτας καταπράξασθαι.
δευτέραν τάξιν μετ’ Ἄρειον ἔχοντα ἄρξαι τῆς αἰτίας ἐξ ἡς ἡ διαφορὰ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ καὶ Ἀρείῳ συνερράγη, καὶ τὴν τοῦ ὁμοου- σίου ἀνακήρυξιν ἐκεῖθεν ἐπιτεχνασθῆναι.
Ἄλπεις, βασιλεὺς ἀπεδείχθη. δυσέμβολα δὲ τὰ χωρία ταῦτα καὶ δυσπρόσοδα· τὰς δὲ Γαλατίας οἱ νῦν Φαλλίας ἐπονομάζουσιν. ἡ δὲ τελευτὴ Κωνστάντίου κατὰ Βρετανία γἐγονεν, τὴν Ἀλουΐωνος καλουμένην. ἐν ᾔ καὶ νοσοῦντα καταλαβὼν αὐτὸν Κωνσταντῖνος ὁ παῖς, φυγὼν παραδόξως τὴν ἐπιβουλὴν Διοκλητιανοῦ, τελευτῶντα ἐκήδευσε,
καὶ τῆς βασιλείας κατέστη διάδοχος.
αἴγλης αὐτὸν καταπληττούσης διατυπουμένης, καὶ ἀστέρων αὐτὸν κύκλῳ περιθεόντων ἴριδος τρόπῳ καὶ πρὸς γραμμάτων καρακτῆσα ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· »ἐν τοὐτῳ νίκα.«.
12 13
Ἀπέκλινε δὲ ὁ Κωνσταντῖνος) πρὸς τὸν Χριστόν, οὐρανόθεν ἐκείνου καλέσαντος, ὂτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διηγωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέρας, ὑπὲρ τὸν ἢλοιν ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστεροτύπως Ῥωμαϊκοῖς διασημήνας αὐτῷ τὴν τοῦ πολέμου νίκην· ἡμεῖς ἡμεῖς τε γὰρ
αὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἄπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρωτῆσαι θελήσειας. Dies aus Euseb. V. C. 1 28 vom Hagiographen öpft??]
ἴν τινι πεδίῳ σὺν τῷ στρατῷ καὶ λιπαρῶς ἱκετεύοντι καὶ ἀγωνιῶντι θεοσημία τις ἐπιφαίνεται κατὰ τὰς μεσημβρινὰς τῆς ἡμέρας ὢρας = Euseb. V. C. S. 21, 8ff · ἀκτινοβοία γάρ τις ὑπὲρ τὸν ἢλιον ἐξαστράπτουσα κατὰ τὸν ἀέρα εἰς σταυροῦ τύπον μετασχηματισθεῖσα, γράμμασι Ῥωμαϊκοῖς δι’ ἀστέρων ἀστέρων τυπωθεῖσιν toutlu νίκα« τῷ βασιλεῖ Κωνσταντίνῳ διηγόρευε. Vgl. Μνημεῖα ἁγιολογικά ed. Θεόφιλος
Ἰωάννης S. 178.
περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρ- τυρίας ἐπενεγκάμενοο), τούτους οὐν αὐτῶν πάντας ἐπιπαρίέναι κύκλῳ κροαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ Ἀλέξανδρος ἄρας ἀπὸ τῆς Ἀλεξανδρείας ἔπλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ἔνθα παραγενόμενος
καὶ τοῖς περὶ τὸν Ὂσιον Κουδρούβης εἰς λόγους καταστάς, πέθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος.
φυλακῆς ἄξιον τὴν γνώμην ἁπλῶς ἅπασαν ἀνεῖσθαι τοῖς πέλας, κἂν ἄλλως τινὲς τῶν ἐπιτηδειοτάτων εἶναι δοκῶσιν. αἱ γὰρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς εἴνοιαν ἄρα τῶν τιμώντων ἐπάγονται μᾶλλον ἢ πρὸς τὸ κατ' αὐτῶν ἐγεορουσι θράσος. καὶ ταῦτα μὲν ἔτι, καίπερ ὄντα τοιαῦτα καὶ οἱα μὴ φέρειν, φέρειν ὅμως
ἐγίγνμσκον. τὸ γὰρ ἄκρως ὄντα πονηρὸν Ἄρειον ἔτι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς ἂν μήπω γε αὐτῷ πρὸς ἅπαν τὸ οἰκεῖον ἄκρον τῆς πονηρίας ἀφικομένης. ἀλλ’ οὔτι καταπροίξεται, ἴστω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ’ ἐμοῦ θρασυνόμενος Ἄρειος. εἰσεται γὰρ
ὂτι καὶ γέροντες ἔχουσι νεῦρον εἰς ἔκπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτροπαιον αὐτός τε Ἂρειος καὶ πάντες καὶ] ὂσους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.«
σκοπον παρεῖναι καὶ Μελέτιον τὸ Σεβαστουπόλεως.
Πατρόφιλος Σκυθοπόλεως, Εὐσέβιος Καισαρείας ὁ Παμφίλου ἐπιγαλούμενος· ἐκ δὲ Φοινίκης Παυλῖνος Τύρου, Ἀμφίων Σναζάρβου, ἐκ δὲ Κιλικίας Νάρκισσος Εἰρηνουπόλεως, Ἀθανάσιος Ἀναζάρβου, Ταρκονδίματος Αἐγῶν· ἐκ δὲ Καππαδοκίας Λεόντιος, Λογγιανὸς καὶ Εὐλάλιος· ἐκ δὲ Πόντου Βασιλεὺς Ἀμασείας, Μελίτιος Σεβαστουπόλεως·
ἐκ δὲ Βιθυνίας Θἐογνις Νικαίας, Μάρις Χαλκηδόνος, Εὐσέβιος τῆς Νικομήόους ὁ μέγας ἐπίκλην Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητὴς καὶ περίοπτος ἐν τοῖς μάλιστα τὴν ἀρετήν, ἀρετήν, ἀφ᾿ οὗ καὶ ὁ μέγας ἔλαβε τὴν ἐπωνυμίανι
οἱ δὲ περὶ τὸν Ὅσιον ὃ καὶ Ἀλέξανδρον παρεσκεύασαν ἕτοιμον εἶναι τὸ βιβλίον ὃ πάντας ἐχρῆν ὑπογράφειν.
>ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.
πρὸς τὴν σύνοδον μετετάξατο· ἐν δόλῳ μέν, καὶ οὑτός φησι, καὶ τὸ ὁμοιούσιόν ἐν τῇ τοῦ ὁμοουσίου φωνῇ ὑποκλέψαντες· πλήν γε συμ-
θεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.<
πίστιν. ὅθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς ἅπαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, εἴτε πρεσβύτεροί τινες εἶεν, εἴτε διάκονοι, εἴτε καὶ εἴ τινες ἄλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ἦν ὁ ταῦτα πρὸς ἔργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ἔχων ἣν καλεῖν εἰώθασι
Ῥωμαῖοι μάγιστρον. οὗτος οὖν τῷ Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, εἴτε ὑπογράψαντες ἄδειαν ἔχειν, εἴτε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ὥσπερ ἠν αὐτοῖς ἄξιον, καταδύεσθαι.
29 30
31
»Εὐσέβιε, ὑπέγραψας ἵνα μὴ ἐξορισθῇς. πιστεύω τῷ θεῷ, δι᾿ ἐμοῦ σε δεῖ ἀχθήσεσθαι ἀπαγόμενον«. καὶ γεγονέναι τῷ Εὐσεβίῳ τὸν ἐξοστρακισμὸν μετὰ μῆνας ἀπὸ τῆς συνόδου τρεῖς, καθὰ καὶ Σεκοῦνδος προεῖπεν, πρὸς τὴν ἰδίαν κατὰ τὸ προφανὲς ἀσέβειαν ἀναστρέψαντι,
ἐνέγραψαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ οἳ καὶ εἰς Ἰλλυριοὺς ἐφυγαδεύθησαν ἅμα Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις.
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.