μακρὸν καὶ παρατείνοντα γενόμενον.
τὴν πλάσιν καὶ τὴν πρὸς ἅπαντας ἐξομοίωσιν. ὥστε ὁ μὲν πολύπους λῆρος ἠλέγχετο, τῶν δὲ συγγιγνομένων ἕκαστος ἄλλον ἑαυτὸν ὁρᾶν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι παντοδα- πῶν ἠθῶν καὶ ποικίλων, οὐδ’ ἂν ἥλω ποτὲ πολλῶν καὶ
διαφόρων συνεληλυθότων ὅτῳ μᾶλλον τέρπεται, ἀλλὰ κἀπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο. οὕτω πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησε, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν οὐκ ἀπὸ
ὁμοίας τῆς ἀξιώσεως.
στολὰς καὶ συνουσίας ἑτέρας ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον φέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμι- κῆς βωμολοχίας ἀναπέπλησται τὰ συγγράμματα, καὶ ἡ κομ- ψότης περιτρέχει πανταχόσε διακονουμένη τοῖς λόγοις. 10 καὶ 2 ὃ πάντες οἱ Συροφοίνικες ἔχουσι κατὰ τὴν κοινὴν ἔντευξιν ἡδὺ καὶ κεχαρισμένον, τοῦτο παρ’ ἐκείνου λαβεῖν μετὰ δείας ἔξεστιν. οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα καὶ ἀστεἱσμὸν αὐτὸ καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφὴν παιδείας τοῦτο ἐπετή- δευσεν ἐκ τῆς ἀρχαίας κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν
εἱλκυσμένος καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος τὴν ἀκοὴν γενόμενος.
Vitae Sophistarum. Eunapius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.