Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,
Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.
αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου
1
Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,
ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.
οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν
5
λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.
καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,
ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου
γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ
10
Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,
μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ
αὐτογόνων θώρηξεν ὀρίδρομα φῦλα Γιγάντων,
ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·
Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ
15
ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δʼ ὀλετῆρα γενέθλης
Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω
σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου.
δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,
ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην
20
καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω
εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος·
ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω
δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·
ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ
25
κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ
ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ
γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,
πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,
ὁπλοτέρους δὲ Γίγαντας ἐπʼ ὀψιγόνῳ Διονύσῳ.
30
ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.
γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ.
ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ
ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,
αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ·
35
ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,
ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ
εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δʼ ἀγοστοῖς
Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς
γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ
40
ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,
ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.
ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων
Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,
οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,
45
ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων,
αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων·
τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων
αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.
50
κτείνετο δʼ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων
αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ
πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.
γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.
55
καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων
ἀντιβίων ὀλετῆρα· διʼ ὑψιπόρου δὲ κελεύθου
Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·
καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
60
ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.
καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων
Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
65
ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ
ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
70
Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
75
νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,
πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.
80
καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας
Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,
ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων·
καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων
μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων
85
κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.
καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,
ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,
δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.
καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,
90
ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων
τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα
Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης
οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων
95
μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ
κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,
εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ
Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι
ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,
100
ποικίλα δʼ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·
καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,
ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη
νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.
105
καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δʼ ἐνὶ μέσσῳ
γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,
ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ
ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.
110
καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,
καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ
Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,
θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·
115
καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων
ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,
καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν
γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς
ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·
120
καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.
καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
125
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας
130
Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ
135
τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·
οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα
140
ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,
145
Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,
κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης
150
ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·
καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ
γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας
155
αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ
οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ
160
φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ
165
ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
ἄρσενα λύσατο χεῖρα· θεὸς δʼ ὑπʼ ὀλίζονι ῥιπῇ
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
χεῖρας ἐφαπλώσασα· τιταινομένης δʼ ἐπὶ πέζῃ
170
εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.
Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας
ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,
καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,
175
μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.
καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην
γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ
ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.
καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην
180
χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων
Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.
ἀλλʼ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα
Βάκχος, ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,
185
μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ
κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον Ἐρώτων.
καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δʼ ἐνὶ παστῷ
Σειληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον Ἐρώτων
190
συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων.
Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ
νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ
ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,
195
καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ
Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,
καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις Ἐρώτων,
καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ
Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·
200
καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·
Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·
205
παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·
τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
210
ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·
Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
τέρπεται Ἱπποδάμεια σὺν ἀρτιγάμῳ παρακοίτῃ.
καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
215
τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,
μῶμον ἀλευομένη πατρώιον· οὔ σε διδάξω
Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων
γηραλέην σε τέλεσσεν, ἀπειρήτην Ἀφροδίτης,
220
συζυγίην δʼ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.
μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,
οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς·
ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.
225
Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ
πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,
πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην·
καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐην Ἀφροδίτης·
230
πείθομαι, ὥς σε φύτευσεν ἄναξ ἐναγώνιος Ἑρμῆς
ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,
καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν Ἐρώτων.
εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
μυρομένης δʼ εὔνησεν ἐπήρατα δάκρυα κούρης.
235
καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης
τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.
Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ
δαίμονος εὐώδινος ἔσαν Κυβεληίδες αὐλαί.
240
ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν
245
νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο
πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,
κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.
ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις·
250
πολλάκι δʼ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·
ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων
255
θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.
καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·
καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης
260
κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
ἱμερτὴν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
ὅττι θεὸς πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,
265
οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·
παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,
Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·
270
αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
παρθενικὴ δʼ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτὴν
275
πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
τοῖον ἔπος βοόων·
στεφανηφόρε μῆτερ Ἐρώτων,
αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·
280
ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
στέψατε κεστὸν ἱμάντα γαμοστόλον, ὅττι μενοινὴν
τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.
τοῖον ἔπος μαντῷον ὀρεστιὰς ἔδρακεν Αὔρη·
οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καὶ αὐτοὶ
285
εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.
κούρη δʼ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·
290
Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
ἀασάμην εὕδουσα τεοὺς ὑπὸ γείτονας ὄζους
σὸν φυτὸν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,
295
σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;
μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
οὐ πινυτῆς τόδε δένδρον, ἀπʼ ἀρτιγάμοιο δὲ νύμφης;
οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,
ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;
300
εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
καί ποτε θηρεύουσα κατʼ οὔρεα δεσπότις ἄγρης
καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
Ἄρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,
305
ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
Ἄρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δὲ δίφρου
310
λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
ἀενάου δὲ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
ὧν ἡ μὲν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,
315
ἄλλη δʼ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου
ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ
320
αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν
ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαὴς ἀνέτειλε
1
πυριτρεφέων μέσον, ἄστρων,
οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·
τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,
325
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.
Αὔρη δʼ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην,
καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς
ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·
330
καὶ θεὸς ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων
τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,
Ὠκεανοῦ δὲ θύγατρες ἐύπλοκα δίκτυα θήρης·
καὶ κύνας
ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.
ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς
335
ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων
ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ
κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.
340
λοξὰ δὲ παπταίνουσα διʼ ὕδατος εὔσκοπος Αὔρη
τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,
θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·
καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων
345
δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη.
ἡμιφανὴς δʼ ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης
ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων
Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη
μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν·
350
Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγα θηλῆς
θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·
ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης
355
καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,
δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δʼ ἐθελήσῃς,
Ἑρμείῃ παρίαυε καὶ Ἄρεϊ, λεῖψον Ἀθήνην·
ἢν δʼ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,
εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
360
ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·
δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν
ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·
δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς
ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης,
365
ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·
πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
οὔ τινα κύκλον ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;
ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ
370
σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·
ἐκ προχοῆς δʼ ἀνέπαλτο, πάλιν δʼ ἔνδυνε χιτῶνα,
καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
ἀχνυμένη. νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην
375
ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·
καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,
380
δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ,
γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου·
385
ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
ἔγνω δʼ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,
390
καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·
σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·
Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων
395
εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυσε χιτῶνος,
μητρὸς ἔσω λαγόνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ
400
χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίτρης·
εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης·
405
εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
ἄλλη λαϊνέη Νιόβη κλαύσειε γενέθλην·
τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;
μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,
410
οἷα καὶ Ἡφαίστῳ καθαρῆς ὑμέναιον Ἀθήνης;
εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.
οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη·
415
Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς Ἀρούρης·
ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
420
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Αὔρη·
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
425
καὶ πάλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Αὔρη·
ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
430
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
δὸς μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
λαϊνέης ἀτίνακτον ἀμειβομένης δέμας Αὔρης·
435
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
440
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη
445
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.
εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
450
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
καὶ ταχινὴ πεφόρητο διʼ ἠέρος ὀξέι δίφρῳ,
καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
455
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
αὔρης δʼ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
460
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,
465
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ
ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
καὶ Βερόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
470
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
ἡδυβόλῳ
2
Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
καὶ πτερὰ κυκλώσας ἐπεβήσατο κοῦφος Ὀλύμπου.
καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης
475
ἐλπίδα Κυπριδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδʼ ἐνὶ λόχμαις
Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
480
μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;
καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης·
Κυπριδίοις δʼ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
485
μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης
Βάκχος ἀμηχανέων ἔπος ἴαχε λυσσάδι φωνῇ·
Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττί με φεύγει
παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
490
πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῇ·
σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ
495
ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.
οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ
παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.
ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω
νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη
500
κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων
τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου
εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;
τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;
505
ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;
ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ
τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψῃ;
τίς γλυκὺ κέντρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει
510
Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.
αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·
Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην.
ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύων
εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ
515
ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ
κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔρην
καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ
ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου
παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,
520
Κύπριδι πιστὰ φέρουσα καὶ ἱμερόεντι Λυαίῳ·
Οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,
εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,
δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις
525
παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.
ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ
δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων
Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
ψυχὴ δʼ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,
530
νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,
ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ·
Ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,
αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
535
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.
οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην,
εἰ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου
νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.
ὤμοι, ὅτʼ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,
540
καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ
Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.
ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων,
νυμφίον ὁρκαπάτην, μετὰ Θησέα καὶ σὲ καλέσσω·
εἰ δέ σε δῶρον Ἔρωτος ἀπαιτίζει σέο νύμφη,
545
δέξό μοι ἠλακάτην, φιλοτήσιον ἕδνον Ἐρώτων,
ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ
δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρά τις εἴπῃ·
δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.
καὶ σὺ κατὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων
550
ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,
οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης Ἀφροδίτης·
Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,
Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·
σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων
555
τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες· ἀλλά, Μυκῆναι,
πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,
καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,
ἠιόνες Νάξοιο, βοήσατε·
νυμφίε Θησεῦ,
Μινῴη καλέει σε χολωομένη Διονύσῳ.
560
ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ
μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.
ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
μυρομένην δʼ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.
565
καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων·
νύμφης δʼ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,
570
τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.
οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη
διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη
575
αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ
δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ·
580
εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ
585
κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·
καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·
ἱπτάμεναι δʼ ἀγεληδὸν ἐπʼ ἀνθεμόεντι κορύμβῳ
εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη,
590
εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο·
ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
ἀλλʼ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ
595
τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·
Παρθενική, μόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.
κούρη δʼ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ
χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.
600
παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν·
Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;
τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε γαστήρ;
ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·
ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
605
καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.
εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην·
ἤιε δʼ ἔνθα καὶ ἔνθα πολυπλανέεσσιν ἐρωαῖς
πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·
καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ·
610
εὗδε δʼ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ
παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.
καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην
οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ·
615
Ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.
ὥς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων
εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας·
νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·
σιγῇ ἐφʼ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσῃ.
620
καί μιν ἰδὼν Ἰόβακχος ἐπʼ ἀστρώτοιο χαμεύνης
νυμφιδίου Ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,
ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων
κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·
χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην
625
παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,
μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·
καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,
καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,
μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ
630
παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην Ἀφροδίτῃ
αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην.
καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ
οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·
καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης
635
ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς
πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,
καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων·
καὶ γάμος ὡς ὄναρ ἔσκε. πολυσκάρθμῳ δὲ χορείῃ
εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,
640
ἡμιφανὴς δʼ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·
μούνη δʼ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
αἰδομένη δʼ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων
645
νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ
λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,
650
ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
νύμφη δʼ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ
ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων·
θάμβεϊ δʼ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ
655
καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην
στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα
3
μαζοῦ
παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.
660
ἀχνυμένη δʼ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·
ἀγρονόμους δʼ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ
μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,
665
Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·
ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·
670
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·
ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·
675
γειοπόνους δʼ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αὐτοὶ
Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·
ἔκτανε δʼ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ
πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστὸν Ἀθήνης,
680
ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·
Βακχείης δʼ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
ὅττι φιλακρήτοιο μέθης βλύζοντες ἐέρσην
οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
οὔ πω γὰρ δεδάηκε δολοφροσύνην Διονύσου
685
καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
αἵματι φοινήεντι περιρραίνουσα κολώνας.
καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ
690
λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος
ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·
καὶ βρέτας ἁρπάξασα τελεσσιγάμου Κυθερείης
Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
695
καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·
καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
φοιταλέη δʼ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,
καὶ σταλίκων ἔψαυσε, πάλιν δʼ ἐμνήσατο θήρης·
700
καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
705
οὐδὲ καὶ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
ἀγροτέρους μετὰ θῆρας ὀιστεύσω πόλον ἄστρων·
εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
εἰ δὲ λέχος σύλησεν ἐμὸν Κυλλήνιος Ἑρμῆς,
710
Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·
εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
715
οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·
καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ
τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.
σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,
720
οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ
σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.
ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν
δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου
παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη
725
διπλόον ὄγκον ἄειρε· γυνὴ δʼ ἐπεμήνατο φόρτῳ
ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη
ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων
ἠὲ θεοῦ δολίοιο· Διὸς δʼ ἐμνήσατο νύμφης,
Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων
730
Τάνταλος ἐβλάστησε. καὶ ἤθελε γαστέρα τέμνειν,
ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ
ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.
καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.
735
πολλάκι δʼ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,
ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·
ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,
μή μιν ἀποκτείνειε, μυχῷ δʼ ἐκρύπτετο πέτρης
σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.
740
πολλάκι δʼ οἰδαλέοιο γυναικείου διὰ κόλπου
αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,
ὄφρά κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ
καὶ στόμα τερπομένης φιλοκέρτομον ἰοχεαίρης·
καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ
745
υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,
αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρά τις εἴπῃ·
Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.
καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων
Ἄρτεμις ἐγγὺς ἵκανεν ἑῷ γελόωντι προσώπῳ,
750
δειλαίην δʼ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ·
Ὕπνον ἴδον, Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων
ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς,
ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ·
755
εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ
ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ·
Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν
παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.
εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;
760
ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;
νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·
οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ
σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.
εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,
765
πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;
τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;
ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.
οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·
σὸς γάμος οὔ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,
770
σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ
εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.
ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην
ὄργια μυστιπόλευε γυναιμανέος σέο βάκχου,
τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.
775
πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,
ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;
μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;
μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;
πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων·
780
καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι
φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.
ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων,
θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.
785
κούρη δʼ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης
ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης·
πέτραι δʼ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης
φθόγγον ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.
790
καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ
κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,
καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ
Ἄρτεμιν οὐ μενέαινεν ἐπʼ ὠδίνεσσι καλέσσαι·
Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου
795
μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.
κούρη δʼ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,
νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης·
Οὕτως ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,
οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω·
800
Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,
μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·
παρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.
οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.
805
Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,
θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.
εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.
καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.
810
καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου
μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης
τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·
Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·
γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο
815
τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,
τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.
καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;
καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;
καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ
820
μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.
εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἷς πόσις Αὔρης
παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·
οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,
ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ
825
ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.
ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,
οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.
Λητῴη δʼ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·
830
τειρομένην δʼ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·
Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;
ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.
ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες
835
νόσφι γάμου τίκτουσι;σὺ γάρ, φιλοπάρθενε κούρη,
ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.
ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο
Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη
εἰς τόκον ἀγροτέρης οὐ δεύεαι ἰοχεαίρης;
840
οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων
ἔδρακεν Εἰλείθυια, τεῆς ἐλάτειρα γενέθλης·
ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.
μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·
ᾗ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη·
845
τίς νέμεσίς ποτε τοῦτο; κατʼ οὔρεα τέκνα λοχεύεις,
ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.
ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη
Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,
ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.
850
καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ
φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης
διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης
λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων
Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.
855
καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην
τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·
Μαῖα, γυνὴ μονιή, διδυμητόκε δύσγαμε νύμφη,
υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·
παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα·
860
εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.
Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ·
σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος
σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.
εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην.
865
καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,
μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην
μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης
ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·
Ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες Ἐρώτων·
870
ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,
παρθενικῆς δʼ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις
ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον Ἐρώτων
σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.
οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν Ἐρώτων,
875
οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης·
ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς
νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.
ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,
πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,
880
σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ
τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·
οἶδα γάρ, ὡς διδύμων βρεφέων ἕνα παῖδα δαμάσσει
ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·
ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη
885
σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.
ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,
κυδιόων Φρυγίοισιν ἐπʼ ἀμφοτέροις ὑμεναίοις
πρεσβυτέρης ἀλόχοιο καὶ ὁπλοτέρης περὶ νύμφης.
καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,
890
παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·
ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·
νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,
αὔρης δʼ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.
895
ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,
ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
ἔλθετε θαρσήεντες, ὅτʼ οὐκέτι μάρναται Αὔρη·
καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·
900
θῶες, ἐμοὶ τέρπεσθε· παρʼ ἡμετέρῃ δὲ χαμεύνῃ
πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
905
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις
θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.
θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·
910
ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων
915
μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.
καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
ἠερίαις δʼ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·
920
καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης
925
παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.
καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,
930
Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δʼ ἅμα τόξῳ
εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων
935
εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,
940
καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.
καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,
945
πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.
Νικαίῃ δʼ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν
950
κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·
955
παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.
καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ
960
δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
καὶ θεὸν ἱλάσκοντο μεθʼ υἱέα Περσεφονείης,
καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.
965
καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.
οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·
970
καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.
καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,
975
καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.