εἰκοστῷ δʼ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης,
οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.
Ἥρη δʼ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,
1
δύσμαχον ἔμβαλε θάρσος ἀγήνορι Δηριαδῆι.
καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος
φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.
5
λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,
ἄλλον ἐνηείῃ μετανεύμενος, ἄλλον ἀπειλῇ.
καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ
κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,
10
πῇ μὲν ἐπʼ ἀντιβίοισιν ὀπισθοτόνων ἀπὸ τόξων
πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,
πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων
Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
Εὐχαίτης δʼ Ὑμέναιος ἐμάρνατο φάσγανα σείων,
15
Θεσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,
Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·
ἀγλαΐῃ δʼ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·
καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς
20
μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.
τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ
τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης
ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.
εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,
25
δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,
ἵππῳ δʼ ἅρμα πέλαζε παρʼ ἡβητῆρι θαμίζων,
κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δʼ αἰεὶ
ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ
ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς
30
καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.
ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης
υἱὸς ἔην Φλεγύαο, καὶ οὐ Κρονίδαο τοκῆος.
καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,
δειμαίνων, ἵνα μή τις ἑκηβόλος ἰὸν ἰήλας
35
κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων
δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.
καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν·
πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·
κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,
40
βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα,
δυσμενέων βασιλῆα θεημάχον, ὄφρά τις εἴπῃ·
ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,
εἰς χρόα Δηριάδαο καὶ εἰς κραδίην Διονύσου.
ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης
45
ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων
οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον Ἐνυὼ
καὶ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην·
καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης
Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων
50
τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι·
τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;
ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.
ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·
μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης·
55
μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος
ὠκύμορον λάχεν αἷμα, Διὸς δʼ ἐψεύσατο φύτλην.
δεῦρο βέλος προΐαλλε καί, εἰς σκοπὸν αἴ κε τυχήσῃς,
δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,
αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,
60
πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·
ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,
ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίῃ·
ῥέζειν δʼ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ
65
ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.
ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,
ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·
αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης
70
ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν
τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,
ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ
φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου
75
Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δʼ Ὑμεναίου
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης
ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·
ἀλλὰ διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,
80
καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·
καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,
σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ
παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.
85
ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.
καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ
ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,
δάκρυ χέων ἐρατεινὸν ὑπʼ ὀφρύσιν, ὄφρα νοήσῃ
δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,
90
ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς
χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,
καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ
νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
θῆκε καρηβαρέοντα· καὶ ὡς Ὑάκινθον Ἀπόλλων
95
ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,
μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,
οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,
ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.
καὶ χροὸς ἐκτὸς ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ
100
ἀσπάσιον λάχε θάρσος· ἀφʼ αἱμαλέοιο δὲ μηροῦ
λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων
φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.
δάκρυα δʼ ἡβητῆρος ὀδυρομένοιο δοκεύων
ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καὶ Μελανῆι·
105
καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου
μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν·
ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει.
αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,
καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ
110
ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;
ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνῃ;
Σειληνὸς πεσέτω σταφυληκόμος· ἑσμὸς ἀλάσθω
Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.
ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος
115
ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης
κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;
οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,
ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.
τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,
120
Ἥρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ
καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,
ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ
ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,
Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,
125
ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.
ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνων
ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω
ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.
αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον Ἐνυώ,
130
χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.
δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσω,
ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.
οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ.
ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης
135
μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,
ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ
ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος Ἐρώτων·
ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ
πέμπέ μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης
140
λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή·
Φοῖβον ἔα κατʼ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω
ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.
πέμπέ μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·
ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν Ἐρώτων.
145
ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ
ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,
ἄορι δʼ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ
εἰς λαπάρην, ἕτερος δὲ διʼ οὔατος· ἐν κραδίῃ δὲ
λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.
150
εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ
ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.
μηρῷ δʼ ἔνθα καὶ ἔνθα φιλεύιον ἄνθος ἑλίξας,
λευκὸν ἐρευθομένῳ διδυμόχροον ἕλκος ἀφάσσων,
κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,
155
οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.
ὡς δʼ ὅτʼ ὀπὸς ταχυεργός, ἐπειγόμενος γάλα πῆξαι,
χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,
160
ὄφρά μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ
κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ
165
ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
καὶ θρασὺς ἔσσυτο κοῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,
170
καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
ὣς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας
175
μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ
θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς,
180
ὡς Νόμιος πολέμιζε καλαύροπα χερσὶ τινάσσων,
νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς
τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,
θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ
185
δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς
ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα
ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας
πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
δυσμενέας δʼ ἐφόβησεν ἀγήνορας ἠθάδι ῥόμβῳ,
190
σείων χαλκὸν ἐκεῖνον, ὃν ἐν παλάμῃσι τινάσσων
φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.
Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται
Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·
Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ
195
συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.
τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι
χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ
καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,
οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ
200
πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὀδόντων,
οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων,
χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,
τεύχων
θερμὰ
χερμὰ
1
λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
Εὐρυμέδων μὲν ἔλαυνε, πυριβλήτῳ δὲ χαλινῷ
ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·
χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,
205
δεξιτερῇ κούφιζεν, ἐπʼ εὐφυέεσσι δὲ μηροῖς
φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ,
ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας
θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.
210
Ἄλκων δʼ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
πατρῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.
καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυφαλείης
215
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,
εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῆρι δὲ χαλκῷ
φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις
σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,
220
Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·
καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,
εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς
225
Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων
οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν.
230
Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ
κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.
ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,
235
Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ
Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ·
οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ
240
χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν
Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.
καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου
ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
Σειληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην
245
ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ
χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν,
ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων
καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι
γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος·
250
καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ
οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ
Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ
γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.
255
καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς.
Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς
θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ
Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,
260
Σειληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων
ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.
ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην
τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ
265
τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,
κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·
Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,
καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,
270
καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.
275
ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ
θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,
ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης
280
ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.
καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων
αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,
καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,
285
κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν
Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·
ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ
ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.
λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.
290
ἀλλʼ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ
λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,
δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,
ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἐνυοῦς
φρικτὸν ὁμογλώσσων στομάτων θρόον· ἀσταθέες δὲ
295
ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,
ἄλλοι δʼ ἐν πεδίῳ· στρατιὴ δʼ ἐμερίζετο Βάκχου,
δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,
δίψῃ καρχαλέῃ κεκαφηότας, ὁππότε γαίης
ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης
300
αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.
καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,
μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·
τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,
οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου
305
Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.
ἢν δʼ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δʼ ἐθελήσω,
ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.
εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,
εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.
310
ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·
ἄλλῳ δʼ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.
αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,
ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,
315
ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,
ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην
ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.
Λυσσήεις δʼ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,
καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,
320
ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
Ἄρεϊ δʼ ὑπνώοντι παρίστατο νεύματι Ῥείης
325
φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·
Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,
330
ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·
ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,
335
παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
340
δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην
καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
345
Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ
350
ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
355
εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης
ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;
360
σιγῇ ἐφʼ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.
ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς
θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας
ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι
365
σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ
Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων
δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,
ζεύγλην δʼ ἀμφὶς ἔδησεν· Ἄρης δʼ ἐπεβήσατο δίφρου·
καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,
370
εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων
ἄστατον ἔτραπεν ἅρμα Κεραστίδος εἰς χθόνα Κύπρου·
πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων
ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,
Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,
375
εἴ μιν ἐσαθρήσειε παρʼ Ἡφαίστοιο καμίνοις,
ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν
καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.
ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ
νυμφιδίην μακάρεσσιν ἀναστήσειεν Ἐνυώ,
380
καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.