εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν
κερκίδα θʼ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.
Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,
1
δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων·
καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,
ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
Ἥρη δʼ ἐσμαράγησε διʼ ἠέρος ἄπλετον ἠχώ,
5
μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.
καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ
παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,
μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·
φείδεό μοι, Διόνυσε, Διιπετέος ποταμοῖο,
10
ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ
ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.
ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ
σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ
15
υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,
Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.
αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ
αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω
καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω·
20
τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.
πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,
αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην.
νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγὰς
ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δʼ ἐνὶ λόχμαις
25
σύννομος Ἁδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,
ἄλλη δʼ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα
ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην
Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην
ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.
30
μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,
οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὅρπηξ
ἀμπελόεις· δόνακες γὰρ ἐπʼ ἀλλήλοισι δεθέντες
ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·
μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,
35
μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,
ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων
φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν·
καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς
Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν·
40
λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,
ὅττι ῥόος ποταμοῖο τεοὺς νάρθηκας ἀέξει.
οὐ ξένον οἶδμα πέρησας ἐπώνυμον· ἀλλοφυῆ γὰρ
ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,
ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων
45
Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις·
καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ
δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ
ἐκ κραδίης ἀνέτελλες, ἀειδομένου Διονύσου.
ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ·
50
μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ
Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.
καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,
γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·
μηδὲ πυρὶ φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ
55
ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.
ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω
μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ
εἰ θρασὺν αὐχένα κάμπτε, καὶ ἤπιος ἔσκε Τυφωεύς,
καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς
60
ἀστεροπὴν ἀνέκοπτε πατὴρ τεός, ὑψιμέδων Ζεύς.
ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.
καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης
χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,
χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,
65
ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,
καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.
ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,
τόφρα δέ, θάρσος Ἄρηος ἔχων, περιμήκετον ὁρμὴν
Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,
70
στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ
λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσυμένως δὲ
οὐρανόθεν πεφόρητο προασπίζων Διονύσου.
καὶ σφετέροισιν ἰόντες ἀρηγόνες, ἄλλος ἐπʼ ἄλλῳ,
75
σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου
ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς
αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς
Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην
φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγι ταρσῷ
80
κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος
Ἰνδῴην ἐπὶ πέζαν· ἀπʼ εὐρυπόροιο δὲ κόλπου
υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,
φαιδρὸς ἀλεξικάκων πεφορημένος ἅρματι κύκνων,
μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης·
85
καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,
υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
Οὐρανίη δʼ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου
παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ
ἀτραπιτοὺς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,
90
γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·
Καλλιόπη δʼ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·
καὶ τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,
ἀμφοτέρους δʼ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
Ἀκταίη δʼ ἐσάωσεν Ἐρεχθέα Παλλὰς Ἀθήνη
95
Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·
νύμφας δʼ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου
πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἔξοχα δʼ ἄλλων
δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,
καί σφιν ἅμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,
100
εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.
Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας
ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ
θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,
πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἃς ἐπὶ νίκῃ
105
Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,
Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην
μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.
καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων
110
ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·
καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι
ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δʼ ἄλλων
ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,
πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,
115
εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.
ἄλλοι δʼ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ
ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,
ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων
αἰετὸς ἡγεμόνευε διʼ οὔρεος ἀντίτυπος Ζεύς,
120
φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,
Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.
Ἰνδώῃ δʼ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,
καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,
καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην
125
οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην
εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.
Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ
σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,
130
αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·
ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου
ἰοβόλων μάστευε διʼ οὔρεος ἄντρα δρακόντων,
θηροσύνην δʼ ἀνέφαινεν· ἀκοντιστῆρι δὲ θύρσῳ
ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δὲ λαθοῦσα
135
ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·
ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν
καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.
καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ
καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·
140
καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην
πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.
τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,
145
καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·
Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
150
θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη
καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
155
νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,
ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,
κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ
160
βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,
εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.
μὴ νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,
μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·
165
ἤδη δʼ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ
δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.
εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,
σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὔριον εἰς μόθον ἕλκεις.
ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,
170
οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ
μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.
Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο
Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,
ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.
175
Ἰνδοὶ δʼ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι
εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων
νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.
ἤδη δὲ στονόεσσα διʼ ἄστεος ἵπτατο φήμη,
σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.
180
καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,
καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες
στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν
185
αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ
χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων,
Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,
κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν
190
ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·
ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη
νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,
ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης
ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.
195
καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,
ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης
καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,
ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,
καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·
200
οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·
οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ
σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,
οὐ μὰ σέ καὶ σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,
οὐ μὰ σὲ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.
205
τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,
ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν
κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;
αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν
γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.
210
εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,
υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;
εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.
ἄλλη δʼ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους
ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη
215
στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδʼ ἐνὶ παστῷ
ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.
τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς
εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,
220
καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ
θεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δʼ ἀπὸ ποίμνης
πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.
ἑζόμενοι δʼ ἀγεληδὸν ἐπʼ εὐκύκλοιο τραπέζης
Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ
225
χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·
πίνετο δʼ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ
εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,
νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.
τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων
230
Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,
πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·
καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,
πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ
Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,
235
χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.
Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης
ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς
πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν
τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,
240
ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.
αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,
ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης
χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.
245
καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ
οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ
ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,
φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·
ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ
250
Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ
ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·
καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα
καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·
255
καὶ πόνος ἦν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου
εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ
στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·
εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης
ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.
260
οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Παφίης· τροχαλῇ δʼ ἐλέλιξεν ἐρωῇ
Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
καὶ μίτον Ἀγλαΐη καὶ νήματα δῶκεν ἀνάσσῃ.
καὶ μερόπων ἀλάλητο γάμων βίος· ἁρμονίην δὲ
265
ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων
ἡνίοχος βιότοιο γέρων δεδονημένος Αἰών·
καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,
παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,
270
οὐ λιγὺς αὐλὸς ἔμελπεν
Ὑμὴν Ὑμέναιε λιγαίνων·
ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης
συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.
καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,
καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν
275
τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·
ἀθανάτοις δʼ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ
ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·
σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·
οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ
280
κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
κλῆρον Ἀθηναίης οὐχ ἥρπασε δεσπότις Ἥρη,
γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ
285
ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλεϊ κεστῷ,
ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
εἶδες ὀιστεύουσαν ἢ ἀγρώσσουσαν Ἀθήνην;
290
τίς καλέει γλαυκῶπιν, ὅτʼ ὠδίνουσι γυναῖκες;
ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·
295
καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·
ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
300
σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
Ἄρεϊ πέπλον ὕφαινε· νεοκλώστῳ δʼ ἐνὶ πέπλῳ
ἀσπίδα μὴ ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
305
φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·
καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
310
ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
315
δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
συζυγίης δʼ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ
πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.
320
ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
325
σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
ἀλλʼ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,
330
οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
ἄλλοι δʼ ἐγρεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
335
χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατʼ αὐχένος, ὃς δὲ δαΐζων
ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·
ἄλλος δʼ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων
340
ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ.
πορδαλίων δὲ γένεθλα καὶ ἄγρια φῦλα λεόντων
καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου
εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης,
345
μή σφιν ἐπαΐξειε μελαινομένων μόθος Ἰνδῶν·
καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.