ἑβδομάτῳ δεκάτῳ πρωτάγριον Ἄρεα μέλπω
καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ
1
ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν
ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις·
ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ
εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,
5
παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσας
οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεναίους.
καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης
οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·
ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου
10
θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς
μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ·
κάλλεϊ δʼ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν Ἐνυώ,
15
οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ
κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων
Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας
ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης
ἡμερίδων τελαμῶνι, κατάσκιον ἥλικι κισσῷ
ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων·
20
ἠῴην δʼ ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ.
καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων,
θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ
ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας
25
ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων,
Σειληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης·
ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ
Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν
Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν
30
ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην
ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ
ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων
χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων
Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
35
ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα.
ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ
βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην
Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,
Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
40
γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα
αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
45
καὶ μίαν εἰροπόκων ὀίων ἀνελύσατο μάνδρης,
ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ·
ἀλλὰ θεὸς κατέρυκε· γέρων δʼ ἐπεπείθετο Βάκχου
νεύμασιν ἀτρέπτοισιν,ὄιν δʼ ἄψαυστον ἐάσας
ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
50
τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
ὥπλισεν Ἡρακλῆι· χύδην δʼ ἐπέβαλλε τραπέζῃ
εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
55
Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
ἰκμαλέον, τροχόεντα· θεὸς δʼ ἐγέλασσε δοκεύων
ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
60
δαρδάπτων ἀκόρητος· ἀεὶ δʼ ἐμνώετο κείνης
εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
65
ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
ἀλλʼ ὅτε Βάκχος ἄναξ νομίης ἐκορέσσατο φορβῆς,
δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
70
ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·
δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
75
νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
Ζῆνα μέγαν κατʼ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.
80
ὣς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης
μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·
καί μιν ἄναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς
κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,
85
βότρυος οἰνοτόκοιο νέους ὄρπηκας ἀέξειν.
Καλλείψας δὲ νομῆα καὶ ἀγριάδος ῥάχιν ὕλης
εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·
καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.
90
διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,
Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,
πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,
λαὸν ἀολλίζων· βριαροὺς δʼ ἐμέθυσσε μαχητάς,
θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων
95
Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.
τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν·
Ἀστράεις δʼ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ
Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·
γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,
100
κλῦθι, καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω
νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.
Ἰνδοῖς καὶ Σατύροισιν ἔην μόθος· ἔβρεμε δοχμὴ
1
Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων
105
Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·
ἵστατο δʼ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης
χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδʼ ἐπὶ νευρῇ
εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ
110
φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο
εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην
ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ
καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,
ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην·
115
καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ
ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις·
ἄλλοι δʼ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις
νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,
Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ.
120
τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου
δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες
βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων
ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου
125
ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,
χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ
μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,
χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην
130
κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου
ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.
ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,
καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.
135
ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης
140
ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.
καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν
145
μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην
150
μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος,
155
δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,
τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,
τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ
καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.
λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ
160
καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·
ἄλλου δʼ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,
χερσὶν ὁμοπλεκέεσσιν ἐπʼ αὐχένι δεσμὸν ἑλίξας,
δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,
δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος·
165
ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων
μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου.
2
καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης
μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·
δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ·
170
Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·
μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,
μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,
Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.
175
δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ
ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;
εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,
οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.
μαρνάσθω πετάλοισιν, ἐγὼ δʼ αἴθωνι σιδήρῳ.
180
χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις
Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν
σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·
οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας
185
Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.
ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,
ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ
κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω
190
ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.
ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,
Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη
τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων·
195
φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν
Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ
γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος
ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,
καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος
200
ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,
καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,
ψευδαλέον μίμημα τετυγμένον ἠθάδι γύψῳ,
ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·
καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ
205
εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων
ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.
Κενταύρου δʼ ἑτέροιο διʼ εὐκεράοιο καρήνου
ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·
210
καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ
ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·
καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,
εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·
καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων
215
τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος,
κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς
στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ
αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ
220
πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·
καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ
δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,
γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.
καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
225
καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,
ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν
συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.
καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,
θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.
230
ἄμφω δʼ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν
ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου
κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης
θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου
235
ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου
τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,
ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὗ ποτε κόψας
Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος
οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,
240
δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ
245
πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·
οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,
250
εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδὸς Ὑδάσπης.
οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,
255
ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,
260
σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.
εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ
Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ
τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·
265
οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,
οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος
ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·
ἠῴην δʼ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·
270
ἠέλιε, φλογεροῖο διʼ ἅρματος αἰθέρα τέμνων.
γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων
στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι
Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην
καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ
275
νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.
καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·
εἰπὲ δέ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν
λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,
280
ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,
Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.
οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω
ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,
ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ
285
Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.
ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δʼ ἐνὶ γαστέρι πήξας
αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·
καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.
καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,
290
Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·
κεῖσο, νέκυς, ξείνοισιν ἐν ὕδασιν· ὑμέτερον δὲ
Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Ὑδάσπης.
ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,
ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης
295
σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.
ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ
οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·
καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.
ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων
300
οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ
λοίγιον· ἀνδροφόνῳ δὲ ῥόῳ καὶ χεύματι πικρῷ
γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης
γεύεο Κωκυτοῖο, καί, ἢν ἐθέλῃς, πίε Λήθην,
Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.
305
ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ
κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·
καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ
ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,
310
νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης
ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δένδρου·
Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.
οὐδὲ μόθου τέλος ἦεν ἀτερπέος· ἡμιτελὴς γὰρ
315
ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ
Ἰνδὸς Ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ
Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀπειλῆς
Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,
320
Ἄρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου
δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ
φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης
ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ
325
στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ
ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.
ἄλλων δʼ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ
σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δὲ Βάκχαι
330
ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· ἐν δὲ κυδοιμῷ
Βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
τυπτόμενοι πελέκεσσι καὶ ἀμφιτόμοισι μαχαίραις
πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι
3
δὲ
335
δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
ἑξείης δʼ ἐπέπηκτο τανυπτόρθοις ἐνὶ δένδροις
Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις
340
πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,
μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.
καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,
Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
τύμπανα δʼ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί·
345
κύμβαλα δʼ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ
Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δʼ ἐνὶ δέρματι νεβρῶν
ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·
χαλκοβαρὴς δʼ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.
καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα βάλλων
350
εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος
χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.
ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ
νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,
355
ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.
τόφρα δʼ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.
τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.
τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην
360
αἷμα περιθλίβων· κινυρὴν δʼ ἰήσατο Βάκχην
συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.
ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων
365
αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·
ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας
ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,
ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης
370
δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,
χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα Βάκχου·
ἄλλους δʼ οὐταμένους ἰήσατο Φοιβάδι φωνῇ,
φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.
ὣς ὁ μὲν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ
375
ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.
καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου
δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης
380
ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,
385
ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δʼ ἅμα λαῷ
κυανέων πόμπευεν ἐρύκων
4
τηλόθεν Ἰνδῶν,
390
κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
Ἀρραβίης ἐπὶ πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·
καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων·
395
καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.