Στίχ. γ΄. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφόν σου. Δίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὐ δέ μοι ἀπόκριναι.
(35) Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζώσαι ὧσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι.
Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζωσται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συνέσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ.
Στίχ. γ΄. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι.
Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὕπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωῦσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν. Ὅ δὲ Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Κοὶ μεθ’ ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γραφαί. Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύρος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθήσεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἐξῆς.
Στιχ. γ΄. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα.
(36) Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλʼ ὅτʼ ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρχοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἶόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοἴς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα·
1
2
Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μή ἀπαρνῇ (37), ὅτι ἔκρινα περὶ σοῦ.
Στίχ. γ΄. Οἴει δέ με ἄλλως σοι κεψρηματικέναι, ἥ ἵνα ἀναφανῇς δίκαιος;
Ἀπολογοῦμαί σοι. Δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεἴν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ’ ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετʼ ὀλίγα· Μνημονεύωμεν ταύτων ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς.
Στίχ. ζ΄. Ὑπερήφανον δὲ σβέσον.
Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλʼ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει.
Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὀ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ.
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί.
Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι.
Στίχ. ι΄. Χόρτον ἶσα θουσὶν ἐσαίει.
Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος (38) κατεσθίει.
Στίχ. ια΄. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός.
(39) Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται.
Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός.
Στίχ. κϚ΄. Πᾶν δέ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ.
(41) Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθʼ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν διάβολον, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.