Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ.
1
2
μὲν κατὰ Μωσέα (94) ἐν Ἐξόδῳ σκηνὴ τύπος, οἶμαι, ταύτης ἦν· ὁ κατὰ Σολομῶντα ναὸς τύπος τοῦ ἀληθινοῦ οἴκου τοῦ Θεοῦ. Ὅτι, φησὶν, ἔτι προκόπτω, καὶ οὕπω τέλειός εἰμι. Σύμβολον δὲ τῆς προκοπῆς, ἡ σκηνὴ, θαυμαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ Θεοῦ, τουτέστι τὴν τελειότητα, καθʼ ἥν οἰκεῖ μὲν ἔνθα ὁ Θεός. Οἱ δὲ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. Ἤ τοῦτό φησι· Παρεμυθούμην ἐπὶ τοιαύταις ἐμαυτὸν ἐλπίσιν, « Ἵνα τί, λέγων, περίλυπος εἶ, ἡ ψυχή μου; » Προσεδόκων γὰρ ὡς διαδέξεταί με τὸ μακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω οἶκος αὐτοῦ, εἰς ὅν οἱ ἅγιοι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Εἰ δὲ « χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, » πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομένης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόντων ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ; Ὡς ἐπʼ ἀληθέσι δὲ τούτοις εὐχαριστεῖ. « Ἵνα τί περίλυπος, καὶ τὰ ἑξῆς. Λυπουμένοις οὖν ἑαυτοῖς οὕτως ἐπιπλήττωμεν καὶ συνταρασσομένοις. Ὅτε σωτήριον ὁ Θεὸς ἡμῶν τοῦ προσώπου ἡμῶν ἐστιν, « ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα. »