Διέῤῥηξας τοὺς δεσμούς μου. κ. τ. ἑ. Πρὸς τὸ, «Τί ἀνταποδώσω τῷ Κυρίῳ;» δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, « ποτήριον σωτηρίου λήψομαι· » δεύτερον δὲ τὸ, « τὰς εὐχάς μου ἀποδώσω· » τρίτον τὸ « σοὶ θύσω θυσίαν αἰνέσεως· » τέταρτον τὸ, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.» Ἀλλὰ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου ἀποδώσω, » μόνον ἔχει τὸ, « ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· » τὸ δὲ δεύτερον καὶ τὸ, « ἐν αὐλαῖς οἴκου Κυρίου, » καὶ τὸ, « ἐν μέσῳ σου, Ἰερουσαλήμ. » Καὶ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, » ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, « διέῤῥηξας τοὺς δεσμούς μου, καὶ τῷ, « σοὶ θύσω θυσίαν αἰνέσεως· » τὸ δὲ, « σὺ διέῤῥηξας τοὺς δεσμούς μου, » τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὅ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σειρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς, μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἤ εἰ δε σμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν γκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπολυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς. Οὐ γὰρ καὶ τῶν διʼ ἥν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀποκτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, « Σοὶ θύσω θυσίαν αἰνέσεως. » Ἐν Ἰερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ ,, τοῦ Θεοῦ καὶ τῆς Ἰερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ οὗτος δέ ἐστιν « ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἰερουσαλήμ. »