v. 1.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Vatic. p. 628, 1.v. 6.
Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.v. 8.
Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.v. 9.
Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.v. 13.
Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν· πενήτων.v. 14.
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.v. 16.
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.v. 17.
Γινώσκεται Κύριος κρίματα ποιῶν.v. 18.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.v. 28, 29.
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις.v. 30 32.
Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.v. 33.
Μὴ ἐπιλάθῃ τῶν πενήτων.v. 34.
Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει.v. 36.
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.v. 37, 38.
Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.Fragmenta in Psalmos 1-150 [Dub.]. Origen. Paris. 1884.
Funding provided by Center for Hellenic Studies.