v. 1.
Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Vatic. p. 626, 1.v. 8.
Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.v. 9.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου.v. 10.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.v. 11.
Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε.v. 12.
Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.v. 13.
Ὅς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.Fragmenta in Psalmos 1-150 [Dub.]. Origen. Paris. 1884.
Funding provided by Center for Hellenic Studies.