ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς (16,1 [ —4]).
Σαδδουκαῖοι οὐδέν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ᾿ ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχῆν ἐπιτηδεύσαντι ἐξελ- 1 2 θεῖν τῶν τῆς κακίας ὅρων — οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦσιν. ὅμοιον δέ <τι> τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀποκτείνωσι· τάχα γὰρ ἡ μέν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἄν τὸν
μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ »σταύρου σταύρου αὐτὸν« ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ τοῦ <ἀπολῦσαι τὸν Ἰησοῦν〉 μὴ ἄν αὐτὸν καταδεδικάσθαι, τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προ- ϋπαρχούσῃ 512 ῥοπῇ. ἡ δέ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς
τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδη καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει ποιῆσαι. Πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίω̣ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι
τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ’ οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐΠὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφωνίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θαραθὰ βασιλέως λἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ »παρέστησαν
οἱ βασιλεῖς τῆς γῆς κοὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό«, οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες »κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« »τὸν κύριον τῆς δόξης« ἀποκτείνωσιν.
διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τόν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας »ἐν τῷ λαῷ« τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ὅ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς
καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ 3 4 γῆς σημεῖα, ὡς δυνάμενα κοὶ μὴ ἐκ θεοῦ εἶναι οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι »ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια« ὁ Ἰησοῦς), ἐδόκει δ’ αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζεβοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δέ περὶ ἀμφοτέρων ,
τῶν τε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι πραπεζῖται μηδέ ἐπιστάμενοι 513 διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μέν ἀπὸ τοῦ θεοῦ ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν »πῦρ ἐξ οὐρανοῦ« ἐπὶ τὰ πρόβατα τοῦ
Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ· τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ οἶ αἰχμαλωτεύσαντες« καὶ οἱ ποιήσαντες »τρεῖς ἀρχὰς« ἱππέων κατὰ κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ’ ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων δειχθῆναι κοὶ ἀπὸ γῆς καὶ ἀπὸ οὐρανοῦ ὀληθῶν μέν ἐκ θεοῦ, ἐν πάσῃ« δὲ »δυνάμει καὶ σημείοις Λ·οὶ τέρασι ψεύδους« ἀπὸ τοῦ πονηροῦ) λέλεκται
τῷ Ἀχάζ · »αἴτησον σεαυτῷ σημεῖον βορὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος« · εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ »παρὰ κυρίου τοῦ θεοῦ« τινα τῶν εἰς βάθος καὶ τῶν εἰς ὕφος, οὐκ ἄν ἐλέλεκτο τὸ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος«. εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου
τοῦ θεοῦ σου« ἐκδοχῆς· ἀλλὰ ἐπίστησον τῷ εἰρημένῳ παρὰ τῷ ἀποστόλῳ περὶ τοῦ ἀνθρώπου τῆς ἁμαρτίας«, τοῦ υἱοῦ »τῆς ἀπωλείας«, ὅτι »ἐν πάσῃ δυνάμει κοὶ σημείοις κοὶ τέρασι ψεύδους καὶ πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐκεῖνος ἐπιφανεῖται, μιμούμενος πάντα τέρατα τὰ τῆς ἀληθείας. καὶ ὥσπερ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ καὶ φαρμακοί, ὡς ἐλάττους
τοῦ ἀνθρώπου τῆς ἁμαρτίας« καὶ τοῦ υἱοῦ τῆς ἀπωλείας«, δυνάμεις τινὰς ἐμιμήσαντο καὶ σημεῖα καὶ τέρατα τῆς ἀληθείας, ποιοῦντες τὰ τοῦ ψεύδους εἰς τὸ μὴ πιστεύεσθαι τὰ ἀληθῆ, οὕτως οἶμαι τὸν ἄνθρωπον τῆς ἁμαρτίας τὰ *** σημεῖα μιμήσασθαι καὶ τὰς δυνάμεις.
Φαρισαῖοι ζητῶ δ’ εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν. εἰ δέ μὴ τοῦτο λέγοιμεν αὐτοὺς ὑπονενοηκέναι, τί φήσομεν αὐτοὺς πεπονθέναι πρὸς 5 6 τὰ ὑπὸ τοῦ Ἰησοῦ γινόμενα τεράστια ἀτέγκτους μένοντας καὶ μὴ δυσωπουμένους τῶν γινομένων τὰ παράδοξα; ἐὰν δέ τις ὑπολαμβάνῃ ἀπολογίας ἡμᾶς ἀφορμὰς δεδωκέναι τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις, ὅπου μὲν »ἐν Βεελζεβοὺλ« φάσκουσιν ἐκβεβλῆσθασι ὑπὸ Ἰησοῦ τὰ δαιμόντα, ὅπου δὲ
ἐπερωτῶσι μετὰ τοῦ πειράζειν τὸν Ἰησοῦν περὶ σημείου οὐρανίου, ἴστω ὅτι ὑπὸ μέν πιθανότηός φαμεν αὐτοὺς 514 περιεσπᾶσθαι πρὸς τὸ μὴ πιστεῦσαι τοῖς τοῦ Ἰησοῦ παραδόξοις, οὐ μὴν ὥστε καὶ συγγνωστοὺς εἶναι μὴ ἐνορῶντας τοῖς τῶν προφητῶν λόγοις πληρουμένοις ἐν τοῖς πράξεσι τοῦ Ἰησοῦ, ἅς οὐδαμῶς πονηρὰ δύναμις μιμήσασθαι οἵα τε ἦν. ψυχὴν γὰρ ἐξελθοῦσαν
ἐπιστρέψαι, ὥστε ἤδη ὄζοντα καὶ τετάρτην ἡμέραν ἄγοντα ἀπὸ τῶν μνημείων ἐξελθεῖν, οὐδενὸς ἦν ἢ τοῦ ἀκούσαντος ἀπὸ τοῦ πατρός· »ποιήσωμεν ἄνθρωπον κοτ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«. ἀλλὰ καὶ ἀνέμοις κελεῦσαι καὶ ὁρμὴν θαλάσσης λόγῳ παῦσαι, οὐδενὸς ἄλλου ἦν ἢ ἐκείνου, »δι᾿ οὗ τὰ πάντα« καὶ αὐτὴ ἡ θάλασσα καὶ οἱ ἄνεμοι γεγόνασιν. ἔτι δὲ
καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προ[σ]καλουμένη συνᾳδόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὀρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ᾿ εὐσέβειαν μορφοῦσα τί ἄλλο ἐδήλου τοῖς ὀρᾶν δυναμένοις ἢ ὅτι »ἀληθῶς θεοῦ υἱὸς« ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος; ἐφ’ οἶς εἶπε καὶ τοῖς μαθηταῖς τοῦ Ἰωάννου· » πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ὅσα εἴδετε καὶ
ἠκούσατε · τυφλοὶ ἀναβλέπουσι« καὶ τὰ ἑξῆς.
τὸ σημεῖον Ἰωνὰ τοῦ Προφήτου , ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε. τὸ σημεῖον δέ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ· ὥστε αὐτὸν καὶ τοῖς πειράζουσι καὶ ἐκπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐρανοῦ ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον. εἰ γὰρ ὡς Ἰωνᾶς
ἐποίησεν »ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς« καὶ μετὰ τοῦτο ἐνέστη ἀπ αὐτῆς, πόθεν ἄν λέγοιμεν τὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ γεγονέναι σημεῖον ἢ ἀπὸ τοῦ οὐρανοῦ; καὶ μάλιστα ἐπεὶ παρὰ τὸν καιρὸν τοῦ πάθους 7 8 γέγονεν ἅμα τῷ εὐεργετουμένῳ λῃστῇ εἰς τὸν παράδεισον τοῦ θεοῦ, μετὰ τοῦτο οἶμοι) καταβαίνων εἰς ᾅδου πρὸς τοὺς νεκροὺς ὡς »ἐν νεκροῖς ἐλεύθερος«. καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ᾿ ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγο)ν οὐχ ὅμοιον ἐκείνῳ
μόνον δίδοσθαι σημεῖον ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο. πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. οὐκοῦν ἐκεῖνο τοῦτο ἦν τῷ ἐκεῖνο τούτου δηλωτικὸν γεγονέναι, ἵνα ἡ ἐκείνου λύσις τοῦ σημείου ἀσάφειαν αὐτόθεν ἔχοντος τὸ παθεῖν ᾖ τὸν σωτῆρα καὶ »ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ 515 τρεῖς
νύκτας« πεποιηκέναι. ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων εἴτε ὠς ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς <ἐν> ἐντολῇ) δηλωτικόν τινός ἐστιν πληρουμένου · οἶον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ μετὰ ἡμέρας ἀπὸ τῆς κοιλίας »τοῦ κήτους«, τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ
»τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας« ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περιτομὴ λεγομένη »σημεῖον« τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ · »ἡμεῖς γὰρ ἐσμεν ἡ περιτομή«. ζήτει δέ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ φῇ τύπος πράγ> ἐστι, καὶ τὸ ἐν καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δηλωτικὸν
ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον.
ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου »τῆς ἁμαρτίας« εἰ γὰρ δύο εἰσὶ νόμοι, ὅ τε ἐν τοῖς μέλεσιν« ἡμῶν ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« καὶ ὁ »τοῦ νοός«, λεκτέον ὅτι ὁ μὲν »τοῦ νοὸς« τουτέστιν ὁ »πνευματικὸς«) ἀνήρ ἐστι, πρὸς ὅν ἡρμόσθη ἀπὸ θεοῦ γυνὴ ἡ ψυχὴ) ἀνδρὶ »τῷ νόμῳ«) κατὰ τὸ γεγραμμένον »παρὰ δέ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«, ὁ δὲ
ἄλλος μοιχός ἐστι τῆς ὑποτασσομένης αὐτῷ ψυχῆς καὶ δι’ αὐτὸν μοιχα- 9 10 λίδος χρηματιζούσης. ὅτι δέ ὁ νόμος ἀνὴρ τῆς ψυχῆς ἐστι, σαφῶς ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος παριστᾷ λέγων ὅτι »ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ · ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ« κοὶ τὰ ἐξῆς. πρόσχες γὰρ ἐν τούτοις ὅτι ὁ νόμος κυριεύει
τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ (ὁ νόμος ὡς ἀνὴρ γυναικός) · ἡ γὰρ ὕπανδρος γυνὴ ἡ ὑπὸ τὸν νόμον ψυχὴ) τῷ ζῶντι ἀνδρὶ δέδεται ὄντι) νόμῳ· ἐὰν δέ ἀποθάνῃ ὁ ἀνὴρ ὁ νόμος) κατήργηται ἀπὸ τοῦ νόμου ὅς ἐστιν ἀνήρ)«. ἀποθνῄσκει δέ ὀ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ᾿ ὡς ὁ Χριστὸς πράττοντι, ὅς
εἰ καὶ γέγονεν ὑπὸ νόμον« διὰ τοὺς ὑπὸ νόμον. »ἴνα τοὺς ὑπὸ νόμον κερδήσῃ«, οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ᾿ αὐτοῦ ἐλευθερωθέντας· ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νόμον θείαν πολιτείαν, τὸν περιέχοντα ὡς πρὸς τοὺς ἀτελεστέρους 516 καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων. ὁ οὖν ἀναμάρτητος
καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι »σὰρξ« ἐγεγόνει. τοῖς δέ μηδαμῶς ἔτι »κατὰ σάρκα« στρατευομένοις, ὡς ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα. τρία τοίνυν κατὰ τὸν τόπον νοητέον, γυναῖα
ὕπανδρον ὑπὸ ἄνδρα τὸν νόμον, καὶ γυναῖκα μοιχαλίδα »ζῶντος τοῦ ἀνδρὸς« νόμου γινομένην ἀνδρὶ ἑτέρῳ«, τῷ νόμῳ τῆς σαρκός, τὴν ψυχήν, κοὶ γυναῖκα τῷ ἀδελφῷ τοῦ τεθνηκότος ἀνδρὸς γαμουμένην, τῷ ζῶντι καὶ μὴ ἀποθνῄσκοντι λόγῶ, ὅς »ἐγερθεὶς ἐκ νεκρῶν οὐκἐτι ἀποθνῄσκει, θάνατος« γαρ »αυτου ουκετι κυριευει«.
σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις καὶ ἐπιζητοῦσι ἐπιζητοῦσι ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς 11 12 εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς. γενικῶς μὲν οἶν ὁ ἐν τοῖς μέλεσι νόμος ὁ ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« ὡς μοιχὸς ἀνὴρ μοιχός ἐστι τῆς ψυχῆς · ἤδη δέ κοὶ πᾶσα δύναμις ἀντικειμένη, ἐπικρατοῦσα τῆς ἀνθρωπίνης ψυχῆς κοὶ ἀναμιγνυμένη αὐτῇ, μοιχός ἐστιν
αὐτῆς, νυμφίον ἐχούσης ὑπὸ τοῦ θεοῦ οὐτῇ δοθέντα τὸν λόγον. μετὰ ταῦτα γέγραπται ὅτι καταλιπὼν αὐτοὺς ἀπῆλθεν· πῶς γὰρ οὐκ ἔμελλεν ὁ νυμφίος λόγος καταλιπεῖν τὴν μοιχαλίδα γενεὰν καὶ ἀπιέναι ἀπ᾿ αὐτῆς; εἴποις δ’ ἄν ὅτι τὴν Ἰουδαίων συναγωγὴν ὡς μοιχαλίδα καταλιπὼν ὁ τοῦ θεοῦ λόγος ἀπελήλυθεν ἀπ᾿ αὐτῆς, καὶ ἔλαβε »γυναῖκα πορνείας«
ἀπὸ τῶν ἐθνῶν· ἐπεὶ ἐκεῖνοι μὲν ὄντες πόλις πιστὴ Σιὸ)ν« γεγόνασι πόρνοι. οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ 517 ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρο)ν εὐωδίᾳ, δι᾿ ἥν Σίμωνι τῷ
λεπρῷ τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται.
ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἀπάγεσθαι ἀπιόντες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν. εἰς τὸ πέραν δὲ γεγόνασι μαθηταὶ τοῦ Ἰησοῦ οἶ διαβάντες ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. καὶ τάχα ἵνα ἀποστρέψηται τοὺς διὰ τοῦ ἐφθακέναι εἰς τὸ πέραν) ἀρξαμένους
πνεύματι τοῦ παλινδρομεῖν ἐπὶ τὰ σάρκινα, εἶπε τοῖς εἰς τὸ πέραν ὁ Ἰησοῦς· ὁρᾶτε καὶ προσέχετε. ἦν γὰρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι κοὶ Σαδδουκαῖοι ἀφ᾿ ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας
αὐτοῖς νέον« καὶ πνευματικὸν »φύραμα«, ἑαυτὸν παρασχὼν τοῖς ἀποστᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσεληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν διδόντα τῷ κόσμῳ«. ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ 13 14 κοὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότερον μὲν τὸ θεωρεῖν δεύτερον δέ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ- 518
χετε. διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσον οὐκ ἀζύμων »εἰλικρινείας καὶ ἀληθείας« τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα κοὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν.
νόμος πνευματικός ἐστιν« κοὶ »σκιὰν« ἔχει »τῶν μελλόντων ἀγαθῶν« καὶ »σκιά ἐστι τῶν μελλόντων«, οὐδὲ ζητοῦσι τίνος μέλλοντος ἀγαθοῦ ἐστι σκιὰ ἕκαστος τῶν γόμων, οὐχ ὁρῶσιν οὐδέ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων , οἱ δέ καὶ τὴν τῶν νεκρῶν ἀθετοῦντες ἀνάστασιν οὐ φυλάττονται ἀπὸ τῆς ζύμης τῶν Σαδδουκαίων , κοὶ πολλοί γε ἐν
τοῖς ἑτεροδόξοις διὰ τὴν περὶ ἀναστάσεως νεκρῶν ἀπιστίαν εἰσὶν οἱ ἐμφυρόμενοι τῇ τῶν Σαδδουκαίων ζύμῃ. ταῦτα δὴ λέγοντος τοῦ Ἰησοῦ διελογίζοντο ἐν ἑαυτοῖς οὐ γεγωνὸς λέγοντες οἶ μαθηταί, ἀλλ᾿ ἐν ταῖς καρδίαις ἐαυτῶν· ὅτι ἄρτους οὐκ ἐλάβομεν. κοὶ οἱονεὶ τοιαῦτα ἦν ἅ ἔλεγον· εἰ μέν εἴχομεν ἄρτους, οὐκ ἄν ἀπὸ τῆς ζύμης τῶν
Φαρισαίων καὶ Σαδδουκαίων εἰλήφειμεν· ἐπεὶ δέ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ’ ἡμᾶς ὁ σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. κοὶ ταῦτα μέν ἐκεῖνοι διελογίζοντο· ὁ δὲ βλέπων
Ἰησοῦς τὰ ἐν ταῖς καρδίαις αὐτῶν καὶ ἀκούων τῶν ἐν αὐταῖς λόγων, ὡς τῶν καρδιῶν ἐπίσκοπος ἀληθής, ἐπιπλήσσει αὐτοῖς ὡς οὐ νοοῦσιν οὐδὲ μεμνημένοις ἄρτων, ὧν παρ’ αὐτοῦ εἰλήφασι, δι᾿ οὕς καὶ ἐν ἀπορίᾳ δοκοῦντες εἶναι ἄρτων οὐκ ἔχρηζον τῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ζύμης.
τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καίτοι μηδὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ᾿ ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν 519 περὶ διδοσκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαἶοι. ὅσον μὲν οὖν ἔχομεν σὺν ἡμἶν τὸν Ἰησοῦν ποιοῦντα τὴν φάσκουσαν ἐπαγγελίον· »ἐδοὺ ἐγὼ μεθ᾿ ἡμῶν
εἰμι πόσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐ δυνάμεθα »νηστεύειν« οὐδὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν. γένοιτο δ᾿ ἄν ποτε καιρός, συνόντος αὐτοῦ, τοῦ ἡμᾶς ἀτροφεῖν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται ἐν τῷ »ἤδη ἡμέρας τρεῖς παραμένουσί
μοι καὶ οὐκ ἔχουσι τί φάγωσιν«. ἀλλὰ κἂν τοῦτο συμβῇ, μὴ βουλόμενος ἡμᾶς »νήστεις ἀπολῦσαι, μήποτε ἐκλυθῶμεν ἐν τῇ ὁδῷ«, εὐχαριστεῖ ἐπὶ τοῖς παρὰ τοῖς μαθηταῖς ἄρτοις καὶ ποιεῖ ἡμῖν περισσεῦσαι ἀπὸ τῶν ἑπτὰ (ὡς ἀποδεδώκαμεν) ἄρτων τὰς ἑπτὰ σπυρίδας. ἔτι δὲ καὶ τοῦτο τηρητέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆρος
ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι [τὸ] διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν <τὸ> γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε, οὐκ ἀνθρώπινον ἦν· »μονώτατος« γὰρ γινώσκει τὰς καρδίας τῶν ἀνθρώπων (ὡς ὁ Σολομῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν
φησιν) ὁ κύριος. ἐπεὶ δὲ τοῦ Ἰησοῦ εἰπόντος· προσέχετε ἀπὸ τῆς ζύμης, συνῆκαν οἱ μοθηταὶ ὅτι οὐκ εἶπε προοέχειν ἀπὸ τῶν ἄρτων, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐπιστήσεις εἰ, ὅπου ποτ᾿ ἂν ζύμη ὀνομασθῇ, εἰς διδαχὴν τροπολογεῖται, εἴτε ἐν νόμῳ εἴτε καὶ ἐν ταῖς μετὰ τὸν νόμον γραφαῖς. οὕτω
δὲ μήποτε ζύμη οὐ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον· οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ᾿ εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν ἀπὸ τοῦ θεοῦ. ζητήσαι δ᾿ ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν 17 18 ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδίζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐδὲ μνημονεύων τῶν ὑπὸ τοῦ Ἰησοῦ γεγενημένων. οὐ χαλεπὸν δ’ οἶμαι) πρὸς τοῦτο εἰπεῖν ὅτι, ὡς πρὸς τὸ τέλειον«, ὅπερ ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται«,
πᾶσα ἡ ἐνταῦθα πίστις ἡμῶν ὀλιγοπιστία ἐστί, καὶ ὡς πρὸς ἐκεῖνο οὐδέπω νοοῦμεν οἱ »ἐκ μέρους« γινώσκοντες οὐδέ μνημονεύομεν · οὐ γὰρ διαρκῆ καὶ συμπαρεκτεινομένην μνήμην ἀναλαβεῖν δυνάμεθα τῷ πλήθει τῆς φύσεως τῶν θεωρημάτων.
οὕς ἐν ἑαυτοῖς διαλογιζόμεθα, ἔσθ᾿ ὅτε ἐγκαλούμεθα καὶ ὡς ὀλιγόπιστοι ὀνειδιζόμεθα. 520 ἐγὼ δ’ οἶμοι ὅτι, ὥσπερ μοιχεύει τις ἐν τῇ καρδίᾳ« μόνη οὐ πάντως φθάνων κοὶ ἐπὶ τὴν πρᾶξιν, οὕτω καὶ τὰ λοιπὰ τῶν ἀπηγορυμένων ἐν μόνη τῇ καρδίᾳ τις πράττει. ὡς οὖν ὁ μοιχεύσας »ἐν τῇ καρδίᾳ« ἀνάλογον τῇ τοιαύτη μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν
ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ’ εἰπεῖν κλέψας ἐν μόνη καρδίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνη καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δέ μόνον ἐν τῇ καρδίᾳ τὰ τοιαῦτα παιήσας καλασθήσεται, κοὶ τοῦτο εἰ Παρ’ αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρὰξιν · εἰ γὰρ πρὸς τῷ βεβουλῆσθαι ἐνεχείρησε μὲν
οὐ τέτευχε δέ, κολασθήσεται οὐχ ὡς τῇ καρδίᾳ μόνη, ἀλλὰ καὶ τῇ πράξει ἡμαρτηκώς. ζητήσαι δ’ ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις »ἐν τῇ καρδίᾳ« μόνη κἄν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν μόνη τῇ καρδίᾳ· τὸ παραπλήσιον δὲ καὶ περὶ τῶν λοιπῶν ποιήσεις ἐπαινετᾶν. ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι συνάμενον ὁ τόπος,
ὅπερ τοῦτον οἶμοι) καθαρτέον τὸν τρόπον · μοιχεία μὲν γενομένη ἐν τῇ καρδίᾳ« ἔλαττόν ἐστιν ἁμάρτημα ἢ εἰ προσθείη τις καὶ τὴν πρᾶξιν· ἀμήχανον δέ σωφροσύνην εἶναι ἐν καρδίᾳ ἐμποδίζουσαν τῇ σωφρονικῇ πράξει, εἰ μὴ ἄρα τις καὶ ἐπὶ τούτου τὴν ἐν ἐρημίᾳ βιασθεῖσαν παραλάβοι κατὰ τὸν νόμον) εἰς παράδειγμα παρθένον. ἔστω γὰρ τὴν καρδίαν τινὸς
εἶναι καθαρωτάτην, τὴν δὲ βίον πεποιηκέναι, <τὴν> ἐν τῷ ἀκολάστῶ, φθορὰν τοῦ σώματος τῆς σώφρονος — αὕτη δὴ δοκεῖ μοι σώφρων μὲν πάντως εἶναι ἐν τῷ κρυπτῷ, τῷ δὲ σώματι οὐκέτι εἶναι καθαρὰ ὁποία πρὸ τῆς βίας ἦν ἀλλ᾿ οὐχί, ἐπεὶ οὐ καθαρά, ἤδη καὶ ἀκόλαστος.
καὶ ὁ κύριος αἰσθητὴν *** ζύμην Φαρισαίων ἢ Σαδδουκαίων φυλάξασθαι ὡς οὐ καθαρὰν καὶ διὰ τοῦτο ἀπαγορευομένην, ἴνα μηδ’ ὅτε ἄρτους οὐκ εἰλήφεισαν, τῇ ἐκείνων ζύμῃ χρήσωνται. τὸ δ’ ὅμοιον καὶ ἐπ᾿ 521 ἄλλων μέν ζητήσαιμεν , ἀρκεῖ δέ παραδείγματος χάριν τὸ περὶ τῆς Σαμαρείτιδος ἐν τῷ »πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πόλιν ·
ὅς δ’ ἄν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν καὶ γὰρ ἐκεῖ ὅσον ἐπὶ τῇ λέξει) ἡ Σαμαρεῖτις δόξει οἴεσθαι περὶ ὔδατος αἰσθητοῦ ἐπαγγέλλεσθαι τὸν σωτῆρα λέγοντα· »ὅς δ’ ἄν πίη ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα«. κἀκεῖνα οὖν τροπολογητέον καὶ συνεξεταστέον ὕδωρ πηγῆς »τοῦ Ἰακώβ«, ἀφ᾿ ἧς ἤντλει ἡ
Σαμαρεῖτις, ὕδατι τοῦ Ἰησοῦ, καὶ ἐνταῦθα τό ὅμοιον ποιητέον· τάχα γὰρ οὐδὲ ἄρτοι ἦσαν πεφθέντες, ἀλλά τις ζύμη οὐτὸ μόνον ὠμὴ ἡ διδαχὴ τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Πυνθάνεται τοῖν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν
οἱ ἄνθρωποι εἶναι, ἶν’ ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενομένας ὑπολήψεις τότε. τάχα δέ καὶ
ἶνα οἱ μιμηταὶ τοῦ Ἰησοῦ διδάσκωνται ἀεὶ περιεργάζεσθαι περὶ τῶν λεγομένων ὑπὸ τῶν ἀνθρώπων Περὶ αὐτῶν· ὅπερ <ν ἠμῖν> συμβαλεῖται Πρὸς τό, εἴ
μὲν φαῦλον λέγεται, τούτου τὰς
περὶ τοῦ Ἰησοῦ κινήματα. τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι Ἰωάννης ἦν ὁ βαπτιστὴς ὁμοίως Ἡρώδη τῷ τετράρχῃ τῷ εἰπόντι
τοῖς παισὶν αὐτοῦ · »οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν καὶ διὰ τοῦτο οἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ«), ἄλλοι δέ ὅτι Ἠλίας ἐστὶν ὁ νῦν
καλούμενος Ἰησοῦς, ἤτοι γένεσιν ὑπομείνας δευτέραν, ἢ ἔκτοτε ἐν σαρκὶ ζῶν καὶ κατὰ τόν παρόντα ἐπιφανεὶς χρόνον. καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς, καὶ
οὐχὶ τύπος τοῦ Χριστοῦ ὁ Ἱερεμίας, τάχα ἐκ τῶν εἰρημένο)ν ἐν τοῖς ἀρχαῖς τοῦ Ἱερεμίου περὶ Χριστοῦ ἐκινήθησαν, οὐ πληρω-
καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«, προφήτην αὐτὸν εἰς ἔθνη γενέσθαι ποιήσας οἷς ἐκήρυξε τὸν λόγον. ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις
ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῤηθέντα οὐ πεπληρωμένα δὲ ἐπ᾿ αὐτοῖς.
χωρήσας ἀποκάλυψιν τοῦ ἐν οὐρανοῖς πατρός, ***
ὡμολόγησεν αὐτὸν τὸν Χριστὸν τυγχάνειν. ἦν μέν οὖν καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τῷ σωτῆρι, τὸ σὺ εἶ ὁ Χριστός, μὴ γινωσκόμενον ὑπὸ τῶν Ἰουδαίων
ὅτι Χριστὸς εἴη, μέγα· μεῖζον δὲ ὅτι ἠπίστατο αὐτὸν οὐ μόνον Χριστὸν εἶναι, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ διὰ τῶν
καὶ***
ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος«. καὶ ζωὴ δὲ ὡς ἀπὸ πηγῆς ζωῆς τοῦ πατρὸς ὁ εἰπών· ἐγώ εἰμι ἡ ζωή«. καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ ταὐτόν ἐστι
πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή. καὶ ταῦτα δὲ προσεθήκαμεν διὰ τὸ προσκεῖσθαι τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τὸ
τοῦ ζῶντος· ἐξαίρετον γάρ τι ἐχρῆν παραστῆσαι ἐν τῷ λεγομένῳ περὶ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων, ὡς ζῶντος παρά τε τὴν αὐτοζωὴν καὶ τὰ μετέχοντα
αὐτῆς. ἐπεὶ δὲ εἴπομεν μὴ ἀπό τινων ὑγιῶν δογμάτων εἰρηκέναι τοὺς ἀποφηναμένους εἶναι τὸν ᾿Ιησοῦν Ἰωάννην τὸν βαπτιστὴν ἤ τινα τῶν ἐπιφερομένων, κατασκευάσωμεν
καὶ τοῦτο λέγοντες ὅτι, εἰ παρατετεύχεισαν ἐπὶ τὸ βάπτισμα ἀπεληλυθότι τῷ Ἰησοῦ πρὸς τὸν
τὸ δόγμα ἀφ᾿ οὗ εἶπεν ὁ Ἰησοῦς· »εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, καὶ ὡς ἔχοντες »ὦτα« ἀκηκόεισαν τοῦ λελεγμένου, οὐκ ἂν εἶπόν τινες
αὐτὸν εἶναι Ἠλίαν. καὶ οἱ εἰπόντες αὐτὸν εἶναι Ἱερεμίαν, εἰ ἑώρων ὅτι οἱ πλεῖστοι τῶν προφητῶν συμβολικά τινα αὐτοῦ ἀνειλήφασιν, οὐκ ἂν ἔλεγον αὐτὸν εἶναι Ἱερεμίαν·
ὁμοίως δὲ οὐδὲ ἄλλοι00 ἕνα τινὰ τῶν προφητῶν.
Τάχα δὲ ὅπερ ἀποκριθεὶς
Σίμων Πέτρος εἶπεν ἐν τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀὰν ὡς ὁ Πέτρος λέγμεν, οὐ σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλύψαντος
ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός, καὶ αὐτοὶ γινόμεθα ὅπερ καὶ ὁ Πέτρος, ὁμοίως αὐτῷ μακαριζόμενοι διὰ τὸ τὰ αἴτια τοῦ μακα-
θεοῦ τοῦ ζῶντος ἀλλὰ τὸν ἐν οὐρανοῖς πατέρα ἀπ᾿ οὐτῶν τῶν οὐρανῶν, ἵνα »ἐν οὐρανοῖς« πολιτευσώμεθα, ἀποκαλύψαντα ἡμῖν ἀποκάλυψιν ἀνάγουσαν εἰς τοὺς οὐρανοὺς
τοὺς περιαιροῦντας μὲν πᾶν »κάλυμμα« ἀπὸ τῆς καρδίας, ἀναλαβόντας δέ τὸ πνεῦμα τῆς »σοφίας« τοῦ θεοῦ καὶ τῆς »ἀποκαλύψεως«.
εἰ δὲ φήσαντες καὶ ἡμεῖς ὡς ὁ Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος οὐχ ὡς σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλυψάντων, ἀλλὰ φωτὸς ἡμῶν
τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός), γινόμεθα Πέτρος, καὶ ἡμῖν ἂν λέγοιτο ἀπὸ τοῦ > λόγου τὸ σὺ εἶ Πέτρος καὶ
πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστικὸς πᾶς λόγος κοὶ ἡ κατ᾿ αὐτὸν πολιτεία. ἐν ἑκάστῳ γὰρ τῶν τελείων, ἐχόντων τό ἄθροισμα τῶν συμπληρούντων τὴν μακαριότητα
λόγων καὶ ἔργων καὶ νοημάτων <πάντων>, ἐστὶν ἡ ὑπὸ τοῦ οἰκοδομουμένη ἐκκλησία.
ἑκάστου τῶν ἀποστόλων; ἀληθῶς γε ἄρα τολμήσωμεν λέγειν ὅτι Πέτρου μέν ἰδίως πύλαι ᾅδου οὐ κατισχύσουσι, τῶν δὲ λοιπῶν ἀποστόλων καὶ τῶν τελείων
*** κατισχύσουσιν; οὐχὶ δὲ καὶ ἐπὶ πόντων ἐφ᾿ ἐφ’ ἑκάστου αὐτῶν τὸ προειρημένον τὸ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς γίνεται καὶ τὸ ἐπὶ ταύτῃ τῇ πέτρᾳ
οἰκοδομήσω μου τὴν ἐκκλησίαν;
λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, πῶς οὐχὶ καὶ πάντα τά τε προειρημένα καὶ τὰ ἐπιφερόμενα
ὡς πρὸς Πέτρον λελεγμένα ***; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσραι δοκεῖ τὸ ὅσα ἂv δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς
καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μοθηταῖς διὰ τοῦ ἐμφυσήματός φησι· »λάβετε πνεῦμα ἅγιον« καὶ τὰ
ἑξῆς. πολλοὶ τοίνυν φήσουαι πρὸς τὸν σωτῆρα· σὺ εἶ ὁ Χριστὸς ὁ
υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ᾿ οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδομῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυφάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ
ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφελόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν »κάλυμμα«, ἵνα μετὰ τοῦτο »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ κυρίου κατοπτριζόμενοι«
ζῶντος.
τῶν εἰρημένων, ὡς μὲν τὸ γράμμα τοῦ εὐαγγελίου λέγει πρὸς ἐκεῖνον τὸν Πέτρον, ὡς δέ τὸ πνεῦμα αὐτοῦ διδάσκει πρὸς πάντα τὸν γενόμενον, ὁποῖος ὁ
Πέτρος ἐκεῖνος. παρώνυμοι γὰρ πέτρας πάντες οἱ μιμηταὶ Χριστοῦ, τῆς »πνευματικῆς ἀκολουθούσης πέτρας« τοῖς σωζομένοις, ἵνα ἐξ αὐτῆς πίνωσι τὸ »πνευματικὸν πόμα«. οὗτοι δέ παρώνυμοί
εἰσι τῆς πέτρος, ὡς Χριστός· ἀλλὰ καὶ Χριστοῦ μέλη« ὄντες παρώνυμοι ἐχρημάτισαν Χριστοί,
πέτρας δέ Πέτροι. ἀπὸ δὲ τούτων ἀφορμὴν λαβὼν φήσεις τοὺς δικαίους παρωνύμους εἶναι Χριστοῦ τῆς δικαιοσύνης καὶ τοὺς σοφοὺς Χριστοῦ τῆς σοφίας· καὶ οὕτως
ποιήσεις ἐπὶ τῶν λοιπῶν αὐτοῦ ὀνομάτων παρώνυμα ἐπὶ τοὺς ἁγίους, καὶ πρὸς πάντας τοὺς τοιούτους ἂν λέγοιτο ἀπὸ τοῦ σωτῆρος τὸ λέγον·
ἢ τῆς ἐκκλησίας (ἀμφίβολος γὰρ ἡ φράσις), ἢ ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ τῆς πέτρας
καὶ τῆς ἐκκλησίας; τοῦτο δ’ οἶμοι ἀληθὲς τυγχάνειν· οὔτε γὰρ τῆς πέτρος, ἐφ’ ἧς ὁ Χριστὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου
κατισχύσουσιν, ὡς οὐδέ ὁδὸς ὄφεως ἐπὶ πέτρας« (κατὰ τὸ ἐν γεγραμμένον) εὑρεθείη ἄν. εἰ δέ τινος πύλαι ᾅδου κατισχύσουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂνεἴη,
ἐφ’ ἣν οἰκολομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ οἰκοδομουμένη ἐπὶ τὴν Πέτρον ἐκκλησία· ἥ τε γὰρ πετρα ἄβατός ἐστιν ὄφει καὶ ἰσχυροτέρα τῶν ἀντιπαλαιουσῶν
αὐτῇ πυλῶν ᾅδου, ὡς διὰ τὴν ἰσχὺν αὐτῆς μὴ κατισχύειν αὐτῆς τὰς πύλας τοῦ ᾅδου· ἥ τε ἐκκλησία, ὡς Χριστοῦ οἰκοδομὴ τοῦ οἰκοδομήσαντος ἑαυτοῦ τὴν οἰκίαν« φρονίμως
»ἐπὶ τὴν πέτρον«, ἀνεπίδεκτός ἐστι πυλῶν ᾅδου, κατισχυουσῶν μέν παντὸς ἀνθρώπου τοῦ ἔξω τῆς πέτρος καὶ τῆς ἐκκλησίας, οὐδέν δέ δυναμένων πρὸς αὐτήν.
ῥυτίδα ἤ τι τῶν τοιούτων« καὶ διὰ τὴν κακίαν μηδὲ »ἁγία« μηδὲ »ἄμωμος« τυγχάνουσα ψυχὴ οὔτε πέτρα ἐστίν, ἐφ’ ἣν ὁ Χριστὸς οἰκοδομεῖ, οὔτε ἐκκλησία οὔτε ἐκκλησίας μέρος,
ἥν ἐπὶ τὴν πέτραν ὁ Χριστὸς οἰκοδομεῖ. ἐὰν δέ τις πρὸς ταῦτα δυσωπεῖν ἡμᾶς βούληται διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλησιαστικῶν, λεκτέον αὐῷ οὐ μόνον
τὸ »πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλε- κτοί«, ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς προσιόντας αὐτῷ λελεγμένον (ὡς ἐν τῷ κατὰ Λουκᾶν οὕτως ἔχον· »ἀγωνίζεσθε εἰσελθεῖν
διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι«, καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμμενον τουτον τον τροπον ρητεον·
ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν«.
ἐκκλησίας, ἀσθενῶς δὲ καὶ παρὰ τὸν λόγον βιοῦντας ἀναφέρεται. οἱ μὲν οὖν μὴ ἰσχύοντες εἰσελθεῖν τῶν ζητούντων εἰσελθεῖν, τῷ πύλας ᾅδου κατισχύειν αὐτῶν οὐκ ἂν ἰσχύοιεν·
ὧν δὲ πύλαι ᾅδου οὐ κατισχύουσιν, οὗτοι ζητοῦντες εἰσελθεῖν ἰσχύσουσι, »πάντα« ἰσχύοντες »ἐν τῷ ἐνδυναμοῦντι« αὐτοὺς »Χριστῷ Ἰη- σοῦ«.
καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥοπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων· ὡς
μίαν μὲν ὀνομάζεσθαι πύλην ᾅδου πορνείαν, δι᾿ ἧς ὁδεύουσιν οἱ πορνεύοντες, ἑτέραν δὲ ἄρνησιν, δι᾿ ἧς ἀρνησίθεοι εἰς ᾅδου καταβαίνου- σιν ***
ἤδη δἐ καὶ ἕκαστος τῶν ἑτεροδόξων καὶ γεννησάντων τψευδώνυμόν τινα
καὶ οὕτως ἕκαστος μὲν τῶν πατέρων μοχθηρᾶς γνώμης ἀρχιτέκτων γέγονε πύλης τινὸς ᾅδου· οἱ δὲ συνεργοὶ τῇ τοῦ ἀρχιτέκτονος τῶν τοιούτων
διδασκαλίᾶ, ὑπουργοί τινες καὶ οἰκονόμοι δουλεύοντες μοχθηρῷ ἀρχιτεκτονικῷ ἀσεβείας λόγῳ. πολλῶν δὲ καὶ δυσαριθμήτων οὐσῶν τῶν ᾅδου πυλῶν, οὐδεμία πύλη ᾅδου
κατισχύσει τῆς πέτρας ἢ ἐκκλησίας, ἣν ἐπ᾿ αὐτῇ Χριστὸς οἰκοδομεῖ. πλὴν ἔχουσί τινα ἰσχὺν αὗται αἱ πύλαι, ἀφ᾿ ἧς τινῶν μὲν κρατοῦσι τῶν μὴ ἀντιτεινόντων καὶ ἀνταγωνιζομένων
πρὸς αὐτάς, ὑφ᾿ ἑτέρων δὲ νικῶνται τῶν διὰ τὸ μὴ ἀφίστασθαι τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ θύρα« πάσας τὰς ᾅδου πύλας καθελόντων ἀπὸ τῆς ἑαυτῶν ψυχῆς.
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλοις τῆς θυγατρὸς
πυλῶν τοῦ θανάτου« καὶ γενόμενον παρὰ »ταῖς πύλαις« »Σιών«. πύλαι δέ »Σιὼν« ἐναντίαι <ἂν> νοηθεῖεν πύλαις »τοῦ θανάτου«, ὡς εἶναι πύλην μὲν θανάτου τὴν ἀκολασίαν πύλην δὲ
Σιὼν τὴν σωφροσύνην, καὶ οὕτω θανάτου μέν τὴν ἀδικίαν Σιὼν δέ τὴν δικαιοσύνην ἥντινα δεικνὺς ὁ προφήτης φησίν·
»αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν οὐτῇ«) κοὶ πάλιν τὴν μέν δειλίαν θανάτου πύλην τὴν δὲ ἀνδρείαν Σιών. καὶ ἀφροσύνην μὲν θανάτου τὴν δέ ἐναντίαν
οὐτῇ φρόνησιν τῆς Σιών. πάσαις δὲ ταῖς πύλαις τῆς »ψευδωνύμου γνώ- σεως« μία ἐναντία ἐστὶ πύλη ἡ τῆς ἀψευδοῦς γνώσεως ***.
πύλην θανάτου. πύλαι οὖν ᾅδου λέγοιντο καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι, πρὸς ἃς »ἡμῖν ἡ πύλοι δέ δικαιοσύνης »τὰ λειτουργικὰ
πνεύματα«. ὥσπερ δέ ἐπὶ τῶν κρειττόνων πολλαὶ προλέγονται πύλαι καὶ μετὰ τὰς πολλὰς μία ἐν τῷ »ἀνόξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι
τῷ κυρίῳ« καὶ »αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ«, οὕτω καὶ ἐπὶ τῶν ἐναντίων πολλαὶ
μέν πύλαι ᾅδου καὶ θανάτου, ἑκάστη ἐξουσία <, πρὸς ἃς ἡμῖν ἡ πάλη>, ὑπέρ πάσας δέ ταύτας οὐτὸς ὁ πονηρὸς
ρὸς <πύλη ἐστὶ θανάτου καὶ προσέχωμέν γε ἐφ’ ἑκάστης ἀμαρτίας ὡς εἰς πύλην ᾅδου τινὰ καταβαίνοντες, εἰ ἁμαρτάνομεν· ἀλλὰ ὑψούμενοι »ἐκ τῶν πυλῶν τοῦ θανάτου«
ἐξαγγείλωμεν »πάσας τὰς αἰνέσεις« τοῦ κυρίου ἐν τοῖς Πύλαις τῆς θυγατρὸς Σιών«.
τῇ <καλουμένῃ> δικαιοσύνῃ, ἀπὸ τὰς αἰνέσεις τοῦ θεοῦ. καὶ ἁπαξαπλῶς ἐν πᾶσιν οἶς γινόμεθα ἐπαινετοῖς, ἐν τούτοις γινόμεθα ἔν τινι πύλῃ τῆς θυγατρὸς Σιών, κατ’
ἐκείνην ἐξαγγέλλοντες αἴνεσίν τινα τοῦ θεοῦ.
ἐξεταστέον δέ πῶς ἔν τινι τῶν δώδεκα λέλεκται· »ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον
ἐβδελύξαντο«. μήποτε οὖν ὁ ἐν πύλαις« ἐλέγχων
εστὶν ἀπὸ πυλῶν θυγατρὸς Σιὼν τοὺς ἐν τοῖς ἐναντίοις τῆς πύλης ταύτης γενομένους ἁμαρτήμασι καὶ πυλῶν ᾅδου ἢ θανάτου.
εἰ δὲ μὴ οὕτως ἀκούοις τοῦ »ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα«, ἤτοι
καὶ πρῶτόν γε νομίζω ἀκολούθως λελέχθαι τῷ πύλαι ᾅδου οὐ κατισχύσουσιν | αὐτῆς τὸ δώσω σοι τὰς κλεῖδας
τῆς βασιλείας τῶν οὐρανῶν. ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας ὁφραξάμενος πρὸς] τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύσωσιν
αὐτοῦ· οἱονεὶ ἆθλα λαμβάνων τοῦ μηδὲν δεδυνῆσθαι κοτ’ αὐτοῦ τὰς τοῦ ᾅδου πύλας τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας, ἵν᾿ ἑαυτῷ ἀνοίγῃ τὰς κεκλεισμένας πύλας
τοῖς νικωμένοις ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν. καὶ εἰσέρχεται, ὡς μέν σώφρων, διό τινος ἀνοιγομένης σωφροσύνης πύλης ὑπὸ κλειδὸς ἀνοιγούσης σωφροσύνης, καὶ δι’ ἑτέρας,
ὡς δίκαιος, δικαιοσύνης πύλης ἀνοιγομένης ὑπὸ κλειδὸς δικαιοσύνης· καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἀρετῶν. οἶμαι γάρ, ὅτι ὑπέρ ἑκάστης ἀρετῆς τῆς γνώσεώς τινα σοφίας μυστήρια
κατάλληλα τῷ εἴδει τῆς ἀρετῆς
ἀρεταί,
ἀνοιγούσας ἰσαρίθμους πύλας, καταλλήλους κατὰ τὴν ἀποκάλυψιν τῶν μυστηρίων ἑκάστη ἀρετῇ. τάχα δὲ καὶ ἑκάστη ἀρετὴ οὐρανοῦ ἐστι βασιλεία, καὶ πᾶσαι ἅμα βασιλεία
τῶν οὐρανῶν· ὡς κατὰ τοῦτο ἤδη ἐν βασιλείᾳ εἶναι οὐρανῶν τὸν κατὰ τὰς ἀρετὰς βιοῦντα, ὡς κατὰ τοῦτο τὸ »μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν« οὐκ ἐπὶ χρόνον
ἀναφέρεσθαι, ἀλλὰ ἐπὶ τὰς πράξεις καὶ τὴν διάθεσιν· ὁ Χριστὸς γάρ, ἡ πᾶσα ἀρετή, ἐΠιδεδήμηκε καὶ λαλεῖ.
καὶ διὰ τοῦτο ἐντός ἐστι« τῶν αὐτοῦ μαθητῶν »ἡ βασιλεία τοῦ θεοῦ«, καὶ
οὐχὶ ὧδε καὶ ὧδε«.
θεοῦ τοῦ ζῶντος, ὥστε τὰς κρίσεις μένειν βεβαίας τούτου, ὡς κρίνοντος ἐν αὐτῷ τοῦ θεοῦ, ἶνα ἐν αὐτῷ τῷ κρίνειν μὴ κατισχύσωσιν οὐτοῦ πύλοι ᾅδου. τοῦ μὲν οὖν
ἀδίκως κρίνοντος καὶ μὴ κατὰ λόγον θεοῦ δεσμεύοντος ἐπὶ γῆς μηδὲ κατὰ βούλησιν αὐτοῦ λύοντος ἐπὶ γῆς, πύλαι ᾅδου κατισχύουσιν. οὗ δέ πύλοι ᾅδου οὐ κατισχύουσιν,
οὗτος δικαίως κρίνει· διὸ ἔχει τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, ἀνοίγων τοῖς λελυμένοις ἐπὶ γῆς, ἶνα καὶ ἐν οὐρανοῖς ὦσι λελυμένοι καὶ ἐλεύθεροι, καὶ
κλείων τοῖς κρίσει δικαίᾳ αὐτοῦ δεδεμένοις ἐΠὶ γῆς, ἶνα καὶ ἐν οὐρανοῖς ὦαι δεδεμένοι καὶ κεκριμένοι. ἐπεὶ δέ οἱ τὸν τόΠον τῆς ἐπισκοπῆς ἐκδικοῦντες χρῶνται τῷ
ῥητῷ ὡς Πέτρος, καὶ τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας
τῶν <λελυμένα τουτέστιν> εἰληφότα καὶ ἐν οὐρανοῖς λελύσθαι, λεκτέον ὅτι ὑγιῶς λέγουσιν, εἰ ἔχουσιν ἔργον δι’ ὃ εἴρηται ἐκείνῳ τῷ Πέτρῳ· σὺ εἶ Πέτρος, καὶ εἰ
τηλικοῦτοί εἰσιν, ὡς ἐπ᾿ αὐτοῖς ὑπὸ Χριστοῦ οἰκοδομεῖσθαι τὴν ἐκκλησίαν, καὶ ἐπ᾿ αὐτοὺς εὐλόγως τοῦτο ἀναφέροιτ’ ἄν. πύλαι δὲ ᾅδου οὐκ ὀφείλουσι κατισχύειν τοῦ θέλοντος
δεσμεῖν κοὶ λύειν. εἰ δὲ »σειραῖς τῶν ἁμαρτημάτων αὐτοῦ ἔσφιγ- κται«***, μάτην καὶ δεσμεῖ καὶ λύει.
καὶ τάχα δύνανσαι εἰπεῖν· ἐν τοῖς ἐν τῷ σοφῷ οὐρανοῖς (ταῖς ἀρεταῖς) ὁ φαῦλος, καὶ πάλιν δὲ λέλυται
ἐν αὐταῖς ὁ σπουδαῖος καὶ ἀμνηστίαν λαβὼν τῶν πρὸ τῆς ἀρετῆς αὐτῷ ἡμαρτημένων. ὥσπερ δὲ τὸν μὴ ἔχοντα σειρὰς ἁμαρτιῶν μηδὲ ἁμαρτίας παραβαλλομένας »σχοινίῳ μα-
κρῷ« ἢ ζυγοῦ ἱμάντι δαμάλεως« οὐδὲ ὁ θεὸς ἂν δήσαιτο, οὕτως οὐδ’ ὅστις ἂν ᾖ Πέτρος.
εἰ δέ τις μὴ ὢν Πέτρος καὶ μὴ ἔχων τὰ εἰρημένα ἐνταῦθα, ὥσπερ Πέτρος
οἴεται δήσειν ἐπὶ γῆς ὡς τὰ δεδεμένα δεδέσθαι ἐν οὐρανοῖς, κοὶ λύσειν ἐπὶ γῆς ὡς τὰ λελυμένα λελύσθαι ἐν οὐρανοῖς, οὗτος »τε- τύφωται« μὴ ἐπιστάμενος τὸ βούλημα
τῶν γραφῶν, καὶ »τυφωθεῖς« ἐμπέπτωκεν »εἰς τὸ τοῦ διαβόλου κρίμα«.
Χριστός (16. 20 [—23]).
»τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς λέγων αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε«
καὶ ὅσα ἑξῆς ἀναγέγραπται εἰρηκέναι οὐτοῖς, πέμπων αὐτοὺς ἐπὶ τὴν ἀποστολήν. ἆρα οὖν τὸ τῶν ἀποστόλων ἤδη Ποιοῦντας ἔργον αὐτοὺς ἐβούλετο <καὶ> κηρύσσειν
οὐτὸς εἴη ὁ Χριστός; εἴτε γὰρ ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε μὴ ἐβούλετο, πῶς
δύναται σώζεσθαι τὰ τῆς ἀποστολῆς;
καὶ ταῦτα δ’ ἄν τις ζητήσαι κατὰ τὸν τόπον· ἆρα ἀποστέλλων τοὺς δώδεκα
οὐκ ἀπέστελλεν αὐτοὺς φρονοῦντας ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἰ δὲ τοῦτο ἐφρόνουν οἱ δώδεκα, δηλονότι καὶ ὁ Πέτρος· πῶς οὖν
μακαρίζεται νῦν
ἐμφαίνει γὰρ ἡ λέξις διὰ τούτων ὅτι νῦν πρῶτον αὐτὸν ὡμολόγησεν ὁ Πέτρος Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ
ζῶντος«.
ἐστιν ὁ Χριστός, ὁ δὲ Μᾶρκος »ἐπετίμησεν αὐτοῖς« φησιν ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ«, ὁ δὲ Λουκᾶς »ἐπιτιμήσας« φησὶν »αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο« — τί δὲ
»τοῦτο« ἢ ὅτι καὶ κατ’ αὐτὸν ἀποκριθεὶς ὁ Πέτρος εἶπε (πρὸς »τίνα με λέγετε εἶναι«;)· »τὸν Χριστὸν τοῦ θεοῦ«. ἰστέον μέντοι ὅτι τινὰ τῶν ἀντιγράφων τοῦ κατὰ Ματθαῖον
ἔχει τὸ ἐπετίμησεν. ἡ μὲν οὖν ἐπαπάρησις δοκεῖ μοι εἶναι γενναιοτάτη· λύσις δὲ αὐτῆς ἀναντίρρητος ζητηθήτω, ἣν ὁ εὑρίσκων, ἐὰν ᾖ πιστικωτέρα τῶν ὑφ’ ἡμῶν λεχθησομένων
ὡς ὑπὸ μετρίων, εἰς μέσον φερετω.
τὸ πεπιστευμένον· τάχα δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐ παντὸς τοῦ γινώσκοντος ὁμοίως οὐτὸν γινώσκοντος. ὅτι μέν οὖν τὸ πιστεύεσθαι
χωρὶς γνώσεως ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι, δῆλον ἐκ τοῦ κατὰ Ἰωάννην · »*** ἐὰν μείνητε ἐν τῲ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.
τῷ κἂν ἐπὶ ποσὸν ἐπιστήσαντι παρίστησι τὸ πρᾶγμα·
τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ᾿ εἰπεῖν) Τιμόθεος γινώακων Ἰησοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιοτο εἰς τὴν περὶ
αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Ποῦλος πεφώτιοτο; καὶ τοῦτο δ᾿ αὖ τίς οὐκ ἂν παραδέξαιτο ὅτι, κἂν πλείονες ἀληθεύοντες λέγωσι περὶ θεοῦ ὅτι »αὐτός μοι δέδωκε τῶν ὄντων
γνῶσιν ἀφευδῆ«, οὐχ ὁμοίως τρανοῦντες καὶ καταλαμβάνοντες τὰ γινωσκώμενα οὐδὲ τῷ ἀριθμῷ τοσαῦτα γινώσκοντες τοῦτο ἐροῦσιν; οὐ μόνον δἐ κατὰ τὴν διαφορὰν τοῦ
γινώσκειν ἔστι τοὺς γινώσκοντας μὴ
μεμαρτύρηται ἐγνωκέναι) ἔχειν τὸν ἀνωτάτω μακαρισμόν. εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν
καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλιγώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστερον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ
πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν — ἐν ὁποία καταστάσει ὁ Πέτρος ἦν ἡνίκα ἐμακαρίσθη·
καὶ γὰρ μακαρίζεται οὐκ ἐπὶ τῷ εἰρηκέναι· »σὺ εἶ ὁ Χριστὸς« μόνον, ἀλλὰ μετὰ τῆς προσθήκης τῆς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. οἱ γοῦν ἀναγράψαντες
Μᾶρκος καὶ Λουκᾶς ἀποκριθέντα τὸν Πέτρον εἰρηκέναι· σὺ εἶ ὁ Χριστὸς« καὶ μὴ προσθέντες τὸ παρὰ τῷ Ματθαίῳ κείμενον <»ὁ υἱὸς θεοῦ τοῦ ζῶντος«, διὰ τοῦτο> οὐκ
ἀνέγραψαν τὸν ἐπὶ τῷ εἰρημένῳ μακαρισμὸν καὶ τὴν μετὰ τὸν μακαρισμὸν εὐλογίαν λέγουσαν τὸ σὺ εἶ Πέτρος« και τα εξης.
εἶναι οὐδέπω ἐκήρυσσον, ἵνα μὴ δοκοίη ὁ σωτὴρ ἀφαιρεῖν αὐτῶν
τὴν ἐξουσίαν τὴν περὶ τοῦ καταγγέλλειν αὐτὸν Χριστόν, ἣν πρότερον ἐδωρήσατο. καὶ τάχα τις τῷ τοιούτῳ λόγῳ παραστήσεται φάσκων ὡς ἐν εἰσαγωγῇ δεδιδάχθαι ὑπὸ τῶν
ἀποστόλων τοὺς Ἰουδαίους τὰ περὶ τοῦ Ἰησοῦ ἔνδοξα, ἵνα τούτοις ἐν καιρῷ ἐποικοδομηθῇ καὶ τὰ περὶ τοῦ Χριστὸν αὐτὸν εἶνοι. τάχα δὲ πολλὰ τῶν πρὸς αὐτοὺς λελεγμένων
πρὸς πάντας εἰρῆσθαι τοὺς πιστεύοντας δυνάμει· οὐ γὰρ μόνοις τοῖς ἀποστόλοις ἐφήρμοζε τὸ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς
ἔθνεσι«, τάχα δὲ οὐδ᾿ ὅλως τοῖς ἀποστόλοις, ἀλλ᾿ ἅπασι τοῖς πιστεύειν μέλλουσι τὸ »παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον« καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τὸ πᾶς οὖν ὅστις ὁμολογήσει
ἐν ἐμοὶ« καὶ τὰ ἑξῆς οὐκ ἰδίως τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσιν εἴρηται. κατὰ τοῦτο οὖν προϋποτύπωσίς ἐστι διδασκαλίας διὰ
κἀκείνοις καὶ παντὶ τῷ διδάσκοντι
εἰς χρῆσιν ἐλευσομένης.
εἴπατε ἐν τῷ φωτί· κοὶ ὁ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων« ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέλησε πρότερον <ἀμαυρότερον> <παρὰ> τῶν ἀποστόλων
τὸ Χριστοῦ ὄνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς διανοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποικοδομηθῇ
τοῖς προκατηχηθεῖσι Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρων εγηγερμενος. οπερ εν ταις
αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν
ἀπὸ τῶν πρεσβυτέρων ἐπιβουλὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτη ἡμέρᾳ ἐκ νεκρῶν »ἀναστήσεται«, τί χρὴ νομίζειν ἐγνωκέναι πρότερον τοὺς μαθητευομένους
παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ κοὶ κατηγγέλλετο αὐτοῖς Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλλετο οὐ τρανουσῃ τὰ κατ’ αὐτόν; καὶ
γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, διαστελλόμενος τοῖς μαθηταῖς ἶνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, τηρῆσαι τὴν τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέρῳ
καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί.
εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπόστολοι καὶ πάντα ἑωρακότες »ἃ ἐποίει θαυμάσια« καὶ μαρτυροῦντες
<μανθάνοντας> μαθόντας, αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος τοῦτα διεστείλατο.
ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μηδέπω κατηγγελκέναι τοὺς ἀποστόλους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐτὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβούλετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ |
ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ κοὶ σωτηρίῳ κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦλος ἔλεγε Κορινθίοις τὸ ἐγὼ δέ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ
Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«. διὸ πρότερον μέν ᾿Ιησοῦν,
ζῶντος«, ὡς μὴ βουλόμενος κηρύσσεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’ εὐκαιρότερον κηρυχθῇ καὶ ἐσταυρωμένος, διαστέλλεται τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι
αὐτός ἐστιν ὁ Χριστός. παρίσταται δέ πως τοῦτ᾿ εἶναι τὸ βούλημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν
τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ
τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς Ἰησοῦν εἶναι Χριστὸν υἱὸν »τοῦ θεοῦ τοῦ ζῶντος«, ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν
Χριστὸν »ἐσταυρωμένον«) πιστεύειν εἰς Ἰησοῦν Χριστὸν σταυρωθησόμενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐγηγερμένον ἐκ νεκρῶν«) διδάσκει
αὐτοὺς Πιστεύειν εἰς ’Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε
δι᾿ ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ »καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα· »δι᾿ οὗ« Χριστοῦ σταυρουμένου
τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθησαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε
τὸ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται« καὶ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν«, οὐκέτι
τοσοῦτον ὁbον 〈πρότερον〉 δυναμένου τοῦ 〈ἄρχοντος τοῦ〉 κωλύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ αὐτοῦ.
δέ ἐστιν αὐτὸν μέν κηρύσσειν, τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν〉. κοὶ οὐχ οὕτως ἐλλιπἐς εἶνοί μοι φαίνεται
τινὸς των ἄλλων τεραστίων αὐτοῦ, ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν εσταυρωμενον. διόπερ τηρῶν τὸ τελειοτέρως κηρυχθῆναι
ὑΠὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέγειν
ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀναστάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐδέ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθηταῖς
αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ ἑξῆς· πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δείκνυσθαι λέγεται, οὕτως δείκνυσθαι
εἴρηται ὑπὸ τοῦ Ἰηοοῦ τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα τοῖς μαθηταῖς αὐτοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ πάσχοντα αὐτὸν
ἀρχόμενος δεικνύναι, ἤδη κοὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάντως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦτο ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ
ἤρξατο δεικνύειν τοῖς μαθηταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γεγραμμένα ποθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων <τῶν μυστηρίων> τελείαν γνῶσιν καταλαμβάνει
τότε λεκτέον ἀπὸ λογικῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ
δὲ οὐκ ἐνεδέχετο προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλὴμ« ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν«, διὰ τοῦτο ἔδει οὐ-
ποιήση ἐν τοῖς »ἄνω« Ἱεροσολύμοις, <καταλείπων καὶ> > καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς <Ἱερουσαλὴμ> μετὰ πάσης τῆς ἐν αὐτῇ λατρείας. ὅσον μὲν γὰρ »Χριστὸς« οὐκ »ἐγήγερται
ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«, οὐδὲ συνηγέρθησαν αὐτῷ οἱ γινόμενοι σύμμορφοι τῷ θανάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός,
οἱ καθαρισμοὶ καὶ τὰ λοιπά· ὅτε δὲ τοῦτο γέγονεν,
οὐκέτι ἀλλὰ τὰ ἄνω.
ἅτινα ἶνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν
αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ
γραφόμενα »μέλανι ἀλλὰ« τετρανωμένα »πνεύματι θεοῦ ζῶντος«, καὶ ἀποκτανθῇ μέν ἐν τοῖς κάτω Ἱεροσολύμοις, βασιλεύσῃ δέ ἀναστὰς ἐν »Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος
Ἱερουσαλὴμ ἐπουρανίῳ«.
τῇ τρίτη δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη, ἶνα ῥυσάμενος »ἀπὸ τοῦ πονηροῦ« κοὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν κοὶ ἡ ἀδικία καὶ ὁ πόλεμος
καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματιζομένου εἰς ἄγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν
ψυχὴν καὶ τὸ σῶμα »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι αὐτὰς <γενομένοις> υἱοῖς τοῦ
τάς.
Ἐπεὶ δὲ
ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι
Χριστοῦ τοῦ υἱοῦ »τοῦ θεοῦ τοῦ ζῶντος«, ἥττονα δέ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι)
διὰ τοῦτο προσλαβόμενος αὐτὸν κοὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ
ζῶντος θεοῦ« οὐδέν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ἤδει πω ὅτι »προέθετο ὁ θεὸς ἱλαστήριον διὰ
πίστεως ἐν τῷ αὐτοῦ αἵματι«) εἶπεν·
ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ] δι᾿ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν <τὸ> ἀκολουθεῖν τῷ διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σατανᾶ,
ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙΚΕΙΜΕΝΟΣ. εἰ δέ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ »τοῦ ζῶντος θεοῦ«, λέγο)ν αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ
μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ᾿ αὐτοῦ
λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ κοὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν
τοῦ υἱοῦ τοῦ θεοῦ ποιῆσαι αὐτόν, δι᾿ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ
τὰ τῶν ἀνθρώπων. ὅτι δέ ὀπίσω πρότερον ἦν(πρὶν τοῦτο ἁμαρτεῖν)
διάβολον (εἰπόντα αὐτῷ· »πάντα ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι«) »ὕπαγε, σατανᾶ« χωρὶς τῆς ἀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι·
διὸ ἔρηται τὸ δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς
ἁλιεῖς ἀνθρώπων«. τοιοῦτον δέ ἐστι καὶ τὸ »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος«. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν
μέν ἐστι πρᾶγμα, ὅτε ὀπίσω κυρίου« τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει
τὴν λέγουσαν ἐντολήν· ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου«. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτη τῶν Βασι-
ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αυτου«.
καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο <γὰρ> ευεργετων ποιει.
καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν
παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δέ ἐπὶ τοῦ πορόντος
παραθέσθαι
αὐτοὺς δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε;«
ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ »στραφεὶς« ἐπ᾿ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.
μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δαυίδ· »εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. φήσει γάρ τις· εἰ διὰ τὸ βέβαιον τῶν τὴν *** ἀγάπην ἐχόντων κοὶ
ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλίζεσθαι (ἡ ἀγάπη γὰρ »πάντα πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει«) εἴρηται τοῦτο ἐν τῷ προφήτῃ
πῶς αὐτὸς ὁ κύριος, ὑποστηρίζων »πάντας τοὺς καταπίπτοντας« καὶ ἀνοφθῶν »πάντας τοὺς κατερραγμένους«, εἶπε τῷ Πέτρῳ· σκάνδαλόν μου εἶ; λεκτέον δὲ
ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκανδαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ <πᾶς> ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ
σκάνδαλον καὶ ἑαυτοῦ ἀποκαλεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν· »τίς ἀσθενεῖ, κοὶ οὐκ ἀσθενῶ; τις σκανδαλίζεται, κοὶ οὐκ ἐγὼ πυροῦμαι;«
παρ’ ὃ δυνατὸν ποιῆσαι· τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι;
εἰ δὲ Πέτρος τότε διὰ τὸ ἵλεώς σοι, κυριε, ου μη εσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν
ἀνθρώπων, τί λεκτέον Περὶ πάντων τῶν ἐπαγγελλομένων μαθητεύεσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρονούντων
δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκαλοῖντο σκανδαλον οὐτοῦ καὶ διὰ
τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’ οἷς ὡς λέγει τὸ »ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν« κοὶ τὰ ἑξῆς,
τοῦ θεοῦ. ἁρμόσει δέ λέγειν τοῦτο
καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δουμάτων θεοῦ καὶ λόγων ἐκκλησιαστικῶν καὶ φρονήματος ἀληθοῦς, φρονοῦντι δ’ ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ
Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρκίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα.
τοῖς μαθηταῖς οὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν καὶ τὰ ἑξῆς (16. 24–27).
Διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν εἶν αὐῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνεται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος
ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰησοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυτοῦ πρότερον κατὰ κακίαν βίον γεγενημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπαλείφων, οἶον ὡς ἐπὶ παραδείγματος)
ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς.
δίκαιον. ἀλλ᾿ εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν ὁμολογεῖ. οὕτως κοὶ ὁ τὴν σοφίαν εὑρὼν δι᾿ αὐτοῦ τοῦ ἔχειν σοφίαν
Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, »καρδίᾳ« πιστεύων »εἰς δικαιοσύνην«, καὶ »στόματι« ὁμολογῶν »εἰς σωτηρίαν« καὶ τοῖς ἔργοις Χριστῷ μαρ- τυρῶν***, ὡς ὁμολογήσας διὰ πόντων
τούτων τὸν Χριστὸν »ἔμπροσθεν τῶν ἀνθρώπων«, ὁμολογηθήσεται ὑπ᾿ αὐτοῦ »ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρός«. οὕτω δέ καὶ ὁ μὴ ἀρνησάμενος ἑαυτὸν <ὁμολογεῖ μὲν
ἀρνεῖται δέ τὸν Χριστὸν καὶ ὡς> ἀρνησάμενος τὸν Χριστὸν πείσεται τὸ »κἀγὼ αὐτὸν ἀρνήσομαι«. διὰ τοῦτο πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος κοὶ Πᾶσα πρᾶξις πνεέσθω
τῆς ἡμῶν Περὶ ἑαυτῶν μέν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυρίας <καὶ ὁμολογίας>. πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρτύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν
πάσης ὁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ
τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ »παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν αυτω«
καὶ τὰ ἑξῆς εως του »οπου αυτον εσταυρωσαν«. ἀλλ᾿ ὁ μέν ἶν’ οὕτο)ς ὀνομάσω)
κατὰ τὸν Ἰωάννην Ἰησοῦς »ἑαυτῷ« βαστάζει »τὸν σταυρὸν« καὶ »βαστάζων αὐτὸν ἐξῆλθεν«, ὁ δέ κατὰ τὸν Ματθαῖον κοὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει·
Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βαστάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀνοφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντος. αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἶον
γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δέ ὃν αὐτὸς »ἑαυτῷ« ὁ Ἰησοῦς.
ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτο)ς ἔχον· »ζῶ δὲ οὐκ-
156 157 158
ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς »δικαιοσύνη« καὶ ὡς »σοφία« καὶ ὡς »ἀγισαμὸς« καὶ ὡς »εἰρήνη ἡμῶν« καὶ ὡς δύναμις θεοῦ«, πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ
τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, ἐπὶ ξύλου« κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκοντες »τῇ ἁμαρτίᾳ« μὴ ἄλλῳ τρόπῳ
ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν· διὸ ἐροῦσι τὸ »Χριστῷ συνεσταύρωμαι« καὶ τὸ ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου <ἡμῶν Ἰησοῦ
δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμω«.
τάχα γὰρ καὶ ἔκαστος τῶν συσταυρουμένων ρουμένων Χριστῷ ἀπεκδύεται »τὰς
Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ ἀπ᾿ αὐτῆς καθ᾿ ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰόμενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν
πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ〈τούτου〉 τοῦ θανάτου ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐτήν,
ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωοῆς | μέχρι θανάτου ἀγωνίζεσθαι ὑπέρ
ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπέρ
καθ᾿ ἕτερον δέ τρόπον οὕτως ἂν ἐκδεχοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τι ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κομίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποτεξάμενος τούτῳ
τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κόσμῳ την ψυχην εαυτου· εμου γὰρ ἕνεκεν κοὶ πάσης μου τῆς διδασκαλίας
ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν σωτηρίαν.
ἑξῆε δέ τὸ ὃς ἂν ἀπολέσῃ αυτην.
θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς
ἔχοντες καύχημα τὸ »ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ὁ κόσμος« ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς »τῷ κόσμῳ«, ἵνα κομισώμεθα »τὸ τέλος τὴν σωτηρίαν
τῶν ψυχῶν« ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ᾿ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον
ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας
σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο-
ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδέν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ.
κερδαίνει δ’ (oἶμαι) τὸν |
ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ.
δύο δὲ Προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, Πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον
ζημιωθῆναι μέν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.
ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσία, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ
ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑΠὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς
αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δέ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ
καθὸ τιμῆς« ἠγοράσθημεν, οὐ φθαρτοῖς, ἀργυρίαῳ ἢ χρυσίῳ« ἀπολυτρωθέντες, »ἀλλὰ τιμίῳ αἵματι ὡς αμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ«, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ·
ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ᾿ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης«· ἄλλαγμα γὰρ φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων
τοῦ Ἰσραὴλ τὰ Πρωτότοκα γέγονεν Αἰγυπτίων, κοὶ ὑπέρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιποῖς μάστιξι τοῖς ἐπεληλυθυίαις ἐπ᾿ Αἴγυπτον καὶ ἐν τῷ
μετὰ τὰς μάστιγας καταποντισμῷ.
172 173 174
ἀνομιῶν αὐτοῦ« ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν' οὕτως ὀνομάσω) Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δέ τολμηρότερον ζητήσω, τόχα Σοήνη μὲν ὑπέρ τῆς
Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπέρ τῶν φοβουμένων, ἑτέρων ὄντων πορὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ κοὶ τὸν οἶκον Ἀαρών.
Νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν <ἀλλ'> οὐκ ἐν τῇ αὐτοῦ· »εἴδομεν« γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδέ κάλλος, ἀλλὰ
τὸ εἶδος αὐτοῦ ἄτιμον κοὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ,
ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. καὶ ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα »τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν« ὀδυνηθῇ· οὐδέ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν »τὰς
ἁμαρτίας ἡμῶν καὶ« ὀδυνηθῆναι
καὶ γενόμενος ὡς αὐτοὶ Πρὸς τὸ γενέσθαι αὐτοὺς ὡς αὐτός, »συμμόρφους τῆς εἰκόνος« τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος »τῷ σώματι τῆς ταπεινώσεως
ἡμῶν«, ἡνίκα »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν« ἀποκαθίσταταί τε ἐΠὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς »συμμόρφους« αὐτῇ.
τελείοις«, ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει δούλου μορφήν«, ὥστ᾿ ἄν εἰπεῖν αὐτούς· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος«, τοῖς δέ τελείοις ἔρχεται
»ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ«, λέξουσιν ἂν τὸ καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. καὶ γὰρ τοῖς
τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου καὶ τὸ μονογενές αὐτοῦ τῷ πατρὶ
»τοῦ κηρύγματος«. μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ οὐ μόνος. ἀλλὰ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι
πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύφεως τῆς σοφίας ἅπερ ἐστὶν ὁ Χριστὸς) | συνεπιδημοῦντας αὐτῷ, ὄφει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ.
καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα »εἶδος μηδὲ κάλλος« λόγον, τῷ μὴ ἔχειν τι »εἶδος μηδέ
κάλλος« λόγων. ὥσπερ δέ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφήτις λόγοι μετ’ αὐτοῦ παραγίνονται,
τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης.
ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν.
ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευτέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται
λόγιον τὸ λέγον· τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἂ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε
φαῦλον«; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην <χωρὶς τῆς φαύλης> οὐδέ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει
κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμβάνω δὲ ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συβάλλων δὲ καὶ τὰ τοῦ Ἰεζεκιήλ,
ὅτι τοῦ μὲν τελειωθέντος καὶ πόντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἀμαρτήματα, τοῦ δὲ πόντη | ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν
αὐτῷ πέπρακται, ἡμῖν δέ τοῖς μεταξὺ τοῦ τελείου καὶ τοῦ ἀποστάτου παραστασιν »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ« δίδοται ἃ ἐπράξαμεν, »εἴτε ἀγαθὸν εἴτε φαῦλον«·
οὔτε γὰρ τοσοῦτον ἐκαθαρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλογισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.
οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο Πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασοέίᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ
»ἔμπροσθεν αὐτῶν« μεταμορφωθέντα τὸν Ἰησοῦν, ὡς λάμψαι »τὸ πρόσωπον αὐτοῦ« κοὶ τὰ ἑξῆς, ἑωράκασι »τὴν βασιλείαν τοῦ θεοῦ
ἐληλυθυῖαν ἐν δυνάμει«. καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως »Μωσῆς καὶ Ἠλίας ὤφθησαν« τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰηοοῦ λαλοῦντες.
ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐΠὶ τούτους
ἀναφέρεται τὸ καθίσαι »ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ σωτῆρος »ἐν τῇ βασιλείᾳ« αὐτοῦ, ὡς τὸ »ἀλλ᾿ οἷς ἡτοίμασται« διὰ τούτους λελέχθαι. αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ
γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς ὡς ὁ Πέτρος ὠνόμασε) γενομένοις »ὡς ἀρτιγέννητα βρέφη«, τὰ
καὶ πᾶσα δ’ οἶμαι) ἡ Πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦντας μείζονα διήγησις γάλα ἂν εὐλόγως ὀνομάζοιτο, τό ῥέον ἀπὸ τῆς
ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης »μέλι καὶ γάλα«. ἀλλ᾿ ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπογαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ,
ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ Πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν οἶμαι) οὖσαν τοῦ βρώματος μέν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λαχάνων,
ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἐσχυρῷ δέ, ἀλλ᾿ ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ »ὁ ἀσθενῶν λάχανα ἐσθίει«. ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ
<προσαγόμενος ἀπὸ τῆς ἐνώπιον τοῦ θεοῦ καὶ> ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται ΧΑΡΙΣ)· καὶ εἴη ἂν
τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν τροφὴν τελείων ἅμα καὶ ἱερέων.
ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ »κἀγὼ ἔστην ἐν τῷ
ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας«, ἀξιωθεὶς καὶ τοῦ »σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ«, λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’
αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ
τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά· διὸ οὐ πάντες οἱ ἐστῶες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡςβέτιον ἑστηκότες οὐ γευ<σόμενοι λέγ> θανάτου, ἕως ἂν ἴδωσι τὸν
ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ· οὐ γὰρ ἀεί, ὅτε ἔρχεται ὁ λόγος, ἐν τῇ βασι-
ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων«.
καὶ τοῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν Περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς οὐκ εἶχεν«αὐτοῖς »εἶδος οὐδέ κάλλος« ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος.
ἔστιν οὖν
τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν
αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανεφώσεως ὄρος. οὗ τινες τῶν ἐστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι
Πέτρος, οὗ Πύλοι ᾅδου οὐ κατισχύουσιν«, ἢ τῆς βροντῆς υἱοὶ« καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος κοὶ μεγάλα
καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τι σημαίνεται ἐν τῷ ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυμάμει«, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν
εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν ἕκαστος δέ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος κοὶ διελέγχοντος
πάσας πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ Ἰωάννου λόγον τὸν λόγον τοῦ
θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα *** ndaav τὴν
αὑτῷ βλέΠοι ἂν »τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει«·
καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος,
βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ᾿ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μέν ἐντὸς
ἡμῶν« ἐστιν, ἐνεργείᾳ δὲ καὶ ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, ἐντὸς« τῶν τελείων μόνων. ταῦτα μέν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ
περὶ πόντων οὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο.
33. Τί δέ τὸ γεύεσθαι θανά του κατανοητεον.
καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν »ἐγώ εἰμι ἡ ζωή«.
καὶ οὕτη γε ἡ ζωὴ« κέκρυΠται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ« καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ« φανερωθήσονται
οἱ ἄξιοι τοῦ »σὺν αὐτῷ« φανερωθῆναι »ἐν τῇ δόξῃ«. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται« πόντων τῶν ἐχθρῶν αὐτοῦ, »θάνατός
ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθηῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν.
περὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωὴ« ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι᾿ ὧν πράττει ἀεὶ ἐκλέγεται.
καὶ ἐπὰν »πρὸ προσώπου« ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· »καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι
ἀπέναντι« καὶ τὰ ἐξῆς ἕως τοῦ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει«. ὥσπερ οὖν ἡ ζωὴ κοὶ ὁ ζῶν ἄρτος ἐστὶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς
καὶ ζωὴν δοὺς τῷ κόσμῳ«, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται <ἔργων ἤ> δογματων
ἀστείων ἢ φαύλων. εἶθ᾿ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μέν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐΠὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ
μέν τις ἐνδεεστέρως ἐσθίει γευό-
δέ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως κοὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δέ <τελειότερον πνευματικὴν> ἀρετὴν
οὐδὲ γεύονται αὐτοῦ, ἀλλ᾿ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ πύλαι ᾅδου οὐ κατισχύσουσι«, τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γευέταί τις
θανάτου καὶ ἐσθίει θανάτου, ὅτε πύλοι ᾅδου« κατισχύουσιν οὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ
πλεῖον ἢ ἔλαττον καὶ πλείονος ἢ ἐλάττονας ἅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς« υἱοῖς γεννηθεῖσιν ἀπὸ <μεγαλοφωνίας> ἀπὸ> βροντῆς, οὐρανίου
ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς οὐτῶν βροντῆς. ταῦτα δέ προφητεύει ὁ λόγος τοῖς
τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ᾿ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ Περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας
τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ μοῦ δεσμοὺς καὶ ἀνλθεῖν ἐπὶ τὸ ὕφος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.
τοῦ σωτῆρος ἐπαγγελίαν περιορίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μέν θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον
ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ. παραστήσωμεν κατά τινα συνήθειαν τῆς γραφῆς τὸ ἔως δηλοῦν τὸν κατεπείγοντα Περὶ τοῦ δηλουμένου χρόνον,
οὐ περιοριζόμενον, ὥστε πάντως μετὰ τὸ ἕως γενέσθαι τό ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέροις
καὶ τὸ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. ἆρα γὰρ εἰπὼν τοῦτο. »ἕως« μὲν τῆς συντε-
215 216 217
συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂμ τοῖς μαθηταῖς τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος« περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος;
ἀλλ᾿ οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν
μετ’ αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ· σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλλοντος αἰῶνος καὶ τῶν ἐλπιζομένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ
θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητούμενον δ’ ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς ***, μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν.
διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ πόσος τὰς ἡμέρας« συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ κατλέψων τοὺς μαθητευθέντας
αὐτῷ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«· οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) αὐτοῖς.
δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα παραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιωθῆναι
τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ᾿ ὥσπερ ἐφ’ οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι »ἕως τῆς συντελείας τοῦ αἰῶνος« οὐ καταλείψει ἡμᾶς, ἀλλ᾿ ἔσται
μεθ’ ἡμῶν »πάσας τὰς ἡμέρας«, ουτως και επι τουτου σαφὲς μέν οἶμαι τοῖς βλέπειν εἰδόσιν
ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχ·όμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ κοὶ
ἰδόντα »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«, οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. τό] χωρὶς δέ τοῦ λόγου τῆς ἐπαγγελίας
τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοήσαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέΠω κατηξιώθημεν ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει« καὶ τὸν υἱὸν τοῦ ἀν-
τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δἐ ἄλλοις διάφορα περὶ θανάτου, οὐκ ἄτοπον κἀκεῖνα παραρέμενον συνεξετάσαι τῷ γεύσασθαι. ἐν μέν οὖν Ψαλμοἶς λέλεκται·
»τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;« καὶ πάλιν ἐν ἄλλῳ τόπῳ· »ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες«, ἐν δέ
τινι τῶν προφητῶν· »κατέπιεν ὁ θάνατος ἰσχύοος«, ἐν δέ τῇ Ἀποκαλύψει »ὁ θάνοτος καὶ ὁ ᾅδης ἀκολουθεῖ« τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μέν εἶναι τὸ
γεύσασθαι θανάτου, ἕτερον δέ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεαθαι πορά τά προειρημένα ἐκ τοῦ »κατέπιεν ὁ
θάνατος ἰσχύσος«, καὶ πέμπτον τι παρά ταῦτα ἐκ τοῦ »ὁ θόνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς«. καὶ σύ δ᾿ ἀναλεξάμενος τόχ᾿ ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνήσθημεν)
διαφοράς, ἅστινος παρατιθεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν εὕροις ἂν τὰ καθ᾿ ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δέ ἐν τούτοις, μήποτε ἔλαττον
μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον,
ἐλθεῖν ἐπ᾿ αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ δὲ καταποθῆναι ὑπ’ αὐτοῦ πόντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δέ τοῖς εἰρημένοις
καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων οὐκ ὀκνήσεις (οἶμαι) τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι.
ἀνάγει αὐτοὺς εἰς ὅρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν (17. 1.2 [—9]).
κατὰ ταῦτα φαινομένης ἡμῖν διηγήσεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ τοῦ Ἰησοῦ εἰς τό ὑψηλὸν ὄρος
καὶ ἀξιουμένους τοῦ κατ᾿ ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ ἓξ ἡμέρας ἀνάγεσθαι τῶν προειρημένων λόγων.
τὰ τοῦ κόσμου πράγματα ἐν τῷ ἐσκοπηκέναι, οὐκέτι μέν »τὰ βλεπόμενα« (»πρόσκαιρα« γὰρ ἤδη δέ τὰ μὴ βλεπόμενα« καὶ μόνα »τὰ μὴ βλεπόμενα«
(διὰ τὸ εἶναι αὐτὰ »αἰώνια«), ἐν τῷ μεθ’ ἡμέρας ἔξ παραλαμβάνει ὁ Ἰησοῦς τούσδε τινός.
εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ αὐτοῦ ἀναχθῆανι εἰς τό ὑψηλὸν
ὄρος καὶ ἀξιωθῆναι κατ’ ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι »τὰ βλεπόμενα« μηδὲ ἀγαπᾶν ἔτι τὸν κόσμον
μηδὲ τὰ ἐν κόσμῳ«, μηδέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν
περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ καταβιβάζειν καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος
εἰρήκαμεν) <ἡμέρας>, κοινὸν σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμπροσθεν *** αὐτοῦ· διαφόρους γὰρ
ἔχει ὁ λόγος *** μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος.
κάτω ἔχων τὴν »δούλου μορφὴν« τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἔξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὅρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. ἀλλ᾿ ἄκουε τούτων εἰ δύνασαι)
πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετεμορφώθη, μετὰ δέ τινος ἀναγκαίας προσθήκης, ἣν ἀνεγραψε Ματθαῖος καὶ Μᾶρκος· κατὰ γὰρ ἀμφοτέρους
μετεμορφώθη ἔμπροσ-
ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφῶθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν
ἀνβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλούστερον μὲν νοούμενον καὶ ὡς ἂν ὀνομάσαι τις) »κατὰ σάρκα« γινωσκόμενον
τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, οὐκέτι« δὲ <τοῖς ἀναβαίνουσιν> »κατὰ σάρκα« γινωσκόμενον
ἀλλὰ θεολογούμενον δι’ ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ θεοῦ μορφῇ« κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον· τούτων γὰρ ἔμπροσθεν μεταμορφοῦται ὁ Ἰησοῦς,
καὶ ἐν οὐδενὶ τῶν κάτω ***. ἐπὰν δέ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις »τοῦ φωτὸς« ἐκδυσαμένοις »τὰ ἔργα τοῦ σκότους«
ἡμέρᾳ εὐσχημόνως« περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος. ἀλλ᾿ ἐπιδεικνύμενος αὐτοῖς τὸ εἶναι »δικαιοσύνης ἥλιος«.
αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ᾿ ἰδίαν φαίνεται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ
τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμοι δ’ ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν
εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ᾿ ἐπεὶ καὶ λευκῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐτοῦ γίνονται *** λευκὰ ὡς τὸ Πόντων λευκὸν λαμπρότατον καὶ
εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ
θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶνοι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ
Ἠλίας, συνεκδοχικῶς οὐχ εἶς μόνος ἀλλὰ πάντες οἱ προφῆται, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν· τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’ αὐτοῦ συλλαλοῦντες,
κατὰ δὲ τόν Λουκᾶν· »Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ« καὶ τὰ ἑξῆς ἕως τοῦ ἐν Ἱερουσαλήμ«, εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς
ἔνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν«, εἶδε Μωσῆν καὶ Ἠλίαν »ἐν δόξῃ«, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ.
ἐὰν τὰ προειρημένα ποιήσωμεν κοὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινολογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον οὐτῷ, ὑπὲρ ὧν εὔξαιτ
ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει εἰς τὸ ὄρος· τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται »τὰ ἱμάτια αὐτοῦ
λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι«.
καὶ τάχα οἱ μὲν ἐπὶ τῆς γῆς« γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ τοῦ αἰῶνος τούτου«
λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ
νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς ἴν’ οὕτως ὀνομάσω) γναφικῆς οὐτῶν. ὁ δὲ στίλβοντα« τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς »τὰ ἱμάτια αὐτοῦ« καὶ λαμπρότερα, ὧν
στίλψιν, ὅτε ὁ ἱματισμὸς« τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν »λευκὸς« καὶ »ἐξαστράπτων« γίνεται.
εἶπε τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνὰς καὶ τὰ ἑξῆς. διὰ τοῦτο δέ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μέν Μᾶρκος ἐπήγαγεν
οὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ οὐ γὰρ ᾔδει τι ἀπεκρίθη«, ὁ δὲ Λουκᾶς μὴ εἰδὼς« φησὶν »ὃ λέγει«. ἐπιστήσεις οὖν εἰ κατ᾿ ἔκστασιν ταῦτα ἐλάλει, πεοληρωμένος
του κινοῦντος αὐτὸν πνεύματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἄγιον μὲν εἶναι οὐ δύναται· ἐδίδαΞε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος
μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών· »οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη«. εἰ δὲ οὔπω ἦν πνεῦμα«, καὶ ὁ μὴ εἰδὼς« τί ἐλάλει ὑπό τινος κινούμενος
πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τό ταῦτα λέγεσθαι ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο ἐν τῷ ξύλῳ« μηδὲ δεδειγμάτιστο
ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ εύλῳ«. τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάνδαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρημένος σατανᾶς ἐν τῷ »ὕπαγε ὀπίσω
μου, σκάνδαλόν μου εὖ οἶδα δ’ ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰομένοις οὐ κατὰ τὸ εὔλογον δυσφημεῖσθαι τὸν πρὸ μικροῦ μακαρισθέντα
ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τοῖς οὐρανοῖς« πατέρα ἀποκεκαλυφέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος,
ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ »ὁ Χριστὸς« καὶ »ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. ἀλλ᾿ ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου κοὶ τῶν λοιπῶν ἀποστόλων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέντων
(ὡς ἀλλοτρίων ἔτι) τοῦ αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ τιμίῳ« αὐτοῦ »αἵματι«. ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ
πάθους Ἰησοῦ τελείους γεγονέναι τοὺς ἀποστόλους, πόθεν »ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ« κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορφώσεως »ἦσαν βεβαρημένοι ὕπνῳ«.
χωρὶς τῆς τοῦ σκανδαλίζοντος διαβόλου ἐνεργείας; ἔστι δὲ ἀρνήσασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συνόντος
τῷ ἀρνουμένῳ πνεύματος ἐχθροῦ τῷ διδομένῳ πνεύματι καὶ σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοηθουμένοις;
ἀλλ᾿ οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθηκὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διόβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν
Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκτοροφωνίας ἐκείνης τρίς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ ακανδαλίσαι τὸ ὅσον ἐφ’ ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς
κατὰ τὸ πάθος σωτηρίου ἀνθρώποις μετὰ πολλῆς προθυμίας οἰκονομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς κοὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν
Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ
μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς
τρεῖς. τάχα δέ καὶ ἐν τούτῳ ἐκακούργει ὁ τὸν μὴ εἰδότα »τί λέγει« ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα κοὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ᾿ ἀλλήλων,
προφάσει τῶν τριῶν σκηνῶν
εἰ δέ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην
»ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ«, καὶ ὥσπερ οὐκ ἔστιν ἀλήθεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος·
ἐγώ εἰμι ἡ ἀλήθεια«, οὕτως οὐδὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ ἀληθείᾳ.
καὶ ἀπὸ ἀληθείας μέν ἔλεγε τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ«,
εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λόγους, ἀπαιτούμενος πῶς ἂν παραστήσαι τὸ μὴ εἰδ(ὸς ὃ ἐλάλει« καὶ τὸ οὐ γὰρ ᾔδει τί ἀπεκρίθη«, φήσει ὅτι κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ
ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξασθαι ἀποκτανθῆναι τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ·
καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, | ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν
εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει ἐκείνῳ ποιήσασθαι, ἶνα αὐτός τε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον
αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας »ἐν δόξῃ« ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραίνωνται
δέ ἐφ’ οἷς ἂν ἀκούσωσιν αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ
τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασανίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀναβιβασθέντες εἰς τὸ ὕφος τῶν τῆς
ἀληθείας δογμάτων καὶ τὴν μεταμόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων »ἐν δόξῃ« μετ’ αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδομένος Πέτρος καὶ οἱ τῆς βροντῆς
υἱοὶ« βούλοιντ᾿ ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοικήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ »τὴν ἔξοδον«
λαλούσῃ τοῦ Ἰησοῦ »ἣν ἔμελλε πληροῦν«, καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον κοὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλήσεως
ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ κολόν ἐστιν ἡμᾶς ὧδε εἶναι.
ἀλλ᾿ ἐπεὶ ἡ ἀγἀπη »οὐ ζητεῖ τὰ ἑαυτῆς«, τὸ νομιζόμενον τῷ Πέτρῳ κολὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς· διὸ
αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ τὰ ἑαυτῆς« ζητοῦσαν ἀγάπην ἔχοντος ἐλεύθερον« μὲν εἶναι »ἐκ πόντων, πᾶσι« δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω,
ἶνα τοὺς Πλείονας« αὐτῶν κερδήσῃ. εἴποι δ’ ἄν τις πρὸς τὰ ἀποδεδομένα περὶ ἐκστάσεως καὶ ἐνεργείας
πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ μὴ εἰδὼς ὁ λέγει«, μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν. ὅτι παρὰ τῷ Παύλῳ τινές θέλοντες εἶναι νομοδιδάσκαλοι« οὐκ οἴδασι
περὶ ὦν λέγουσιν, ἀλλ᾿ ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ »νοοῦντες« αὐτῶν τὸ βούλημα »διαβεβαιοῦνται« περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει κοὶ ὁ Πέτρος·
μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι
κοὶ τὰ ἑξῆς, ἐξῆς, »μὴ εἰδὼς ὃ λέγει«·»οὐ γὰρ ᾔδει τί ἐλάλει«. καὶ γὰρ εἴπερ σοφὸς »νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δέ χείλεσι φορεῖ τὴν
267 268 269
ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη- νὰς ὑφ’ ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι <αὐτοῦ> δείκνυσι <μίαν καὶ> κρείττονα ἵν’ οὕτως ὀνομάσω) καὶ πολλῷ διαφέρουσαν
σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπισκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπεσκίασεν
αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχάνουσαν πεποίηκεν αὐτοῖς εἰς παράδειγμα μελλούσης ἀναπαύσεως ὁ θεός· φωτεινὴ γὰρ νεφέλη ἐπισκιάζει
τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμπομένους ὑπ᾿ αὐτῆς. τίς δ’ ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπισκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν
πατρικὴ δύναμις, ἀφ᾿ ἧς ἔρχεται ἡ τοῦ πατρὸς φο)νή, μαρτυροῦσα τῷ υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ
ἀεί, δι᾿ ὧν βούλεται. τάχα δέ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιάζουσα τοὺς δικαίους καὶ προφητεύουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος
αὐτῇ καὶ λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ ἂν εἴποιμι καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην.
5 Πέτρος μέν οὖν λέγων· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν · φωτεινὴ γὰρ Πατρός, υἱοῦ καὶ ἁγίου
πνεύματος νεφέλη ἐπισκιάζει > τοὺς Ἰησοῦ γνησίους μαθητάς· ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας νεφέλη ἐπισκιάζει φωτεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ
φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς Προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μέν Μωσεῖ καὶ Ἠλίᾳ λέγει· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός,
ἐν ᾧ ηὐδόκησα· ἀκούετε ἀυτοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ
ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν κοὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς
λευκὰ ὁμάτια.
τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωΠον τὸν θεόν· σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεάματος
λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ
αὐτὸν εἶναι τὸν εἰρηκότα· οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται«, Λ·αὶ ἰδόντες γενόμενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος· > τὴν περὶ
αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλαβόντες, ὡς μὴ φέροντες τὰς τοῦ λό- aut discipulos docebat, quoniam qui proprie filius erat dei et dilectissimus apud deum, in quo conplacuit, quem praecipue oportet audire, ipse erat qui tunc est visus et transfiguratus splenduit (facie) sicut sol et vestimenta eius facta sunt sicut lumen.
τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐδένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος κοὶ Ἠλίας ἡ προφητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ
οὐχ ὥσπερ ἠσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἔν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος
βούλημα Μωσῆς καὶ Ἠλίας »ὀφθέντες ἐν δόξῃ« καὶ συλλαλήσαντες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μεταδώσοντες, ὧν ἐλάλησε μετ’ αὐτῶν
ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω εὐεργετηθεῖσιν ὑπ᾿ αὐτοῦ>, εὐεργετη-
ἀπιέναι »εἰς τὴν« ἀληθῶς »ἀγίαν πόλιν«, τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφανίζεσθαι »πολλοῖς«.
Μετὰ δέ τὴν ἐν τῷ ὄρει οἰκονομίαν
καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες πρὸς τὸν ὄχλον« ὑπηρετήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας,
ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα
παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι
ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, κοὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμένον
ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώπῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐτὸν τῇ ἀναστάσει, διὰ τοῦτο βούλεται
τότε ταῦτα ὑπὸ τῶν ἀποστόλων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν ἀναστῇ.
Commentarium In Evangelium Matthaei (Lib. 12-17). Origen. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.