ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ
1ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι· καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν ἐπιστολὴ, ἔχουσα οὕτως·
τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρʼ ἡμῶν ἔχῃς, τὸ δʼ αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον ἀπεστάλκαμέν σοι τῆς Ὠριγένους φιλοκαλίας ἐκλογὰς ἔχον χρησίμους τοῖς φιλολόγοις. τοῦτο καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν ἡμῖν δοῦναι τῆς ὡφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος.
ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ ἐστάλθαι τῷ τὴν μνήμην ὁσίῳ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα. ὅπερ ὡς ἐν προλόγῳ καὶ ἡ βίβλος ἀφʼ ἧς τὴν μεταγραφὴν πεποιήμεθα, παλαιοτάτη γε οὖσα, κατασκευάζειν ἠβούλετο. πόθεν δὲ τοῦτο διισχυρίζονται; ἐξ ἐπιστολῆς δῆθεν τοῦ αὐτοῦ θείου ἀνδρὸς πρὸς τὸν
μνημονευθέντα γραφείσης Θεόδωρον, καὶ τῷ ῥηθέντι πυκτίῳ συνεκπεμφθείσης. 5 ἐπεὶ οὖν τὴν μέν ἐπιστολὴν αὐτοῦ σαφῶς οὖσαν τοῦ 6 τῆς θεολογίας ἐπωνύμου γνωρίζομεν, πολλὰ δὲ τῶν ἐν τῇ τοιαύτῃ συλλογῇ τῶν ὀρθῶν ἀπᾴδοντα δογμάτων εὑρίσκομεν· εἰκότως ἡμεῖς τῷ τῆς ἀληθείας ἑπόμενοι λόγῳ ἐκείνην τε τῷ πάροντι καθυποτάξαι προλόγῳ συνείδομεν, καὶ τῶν Ὠριγένους προασπιστῶν τὸ κακούργημα
λανθάνον τοῖς ἐντυγχάνουσιν εὐφώρατον καταστῆσαι.
καὶ συναγωγὴν ἐκ τῶν Ὠριγένους ὑπὸ τῶν σοφῶν γενέσθαι καθηγητῶν· τῶν χρησίμων μέντοι καὶ ὠφελίμων ῥητῶν, καθʼ ἃ καὶ αὐτὸ ἐπὶ λέξεως τῷ προσεχῶς εἰρημένῳ τοῦ θεολόγου περιέχεται γράμματι. ἦν γὰρ αὐτοὺς εἰκὸς, τοῦ πνεύματος μελίσσας ὑπάρχοντας, ἐκ διαφόρων ἀνθέων τὰ κάλλιστα δρέπεσθαι, πρὸς ἑνὸς ἀδόλου κηρίου συμπλήρωσιν·
ἐξ οὗ βασιλεῖς τε καὶ ἰδιῶται, κατὰ τὸν σοφὸν παροιμιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον. ἐκεῖνα τοιγαροῦν συναθροῖσαι τοὺς θεσπεσίους ἐκείνους πατέρας πιστεύομεν, ὅσα μηδεμίαν αἱρετικῆς ἔχει πικρίας ἐπιπλοκήν· οὐ μὴν καὶ πάντα χύδην τά τισι τῶν ὑποτεταγμένων
ἐμφερόμενα κεφαλαίων· ὧν πολὺ τὸ ἀπηχές καὶ ἀλλότριον πρὸς τὴν θεόπνευστον τῶν πατέρων διδασκαλίαν ἐλέγχεται.
τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν; οὐ πᾶς αὐτοῖς ὁ ἀγὼν κατὰ τῆς Ἀρείου τε καὶ Εὐνομίου καὶ τῆς τῶν παραπλησίων ἐκείνοις συγκεκρότηται δυσφημίας; οὐ μυθικὸν καὶ Ἕλλησι πρέποντα τὸν περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως καὶ τῶν ὁμοίων δογμάτων ἀπεφήναντο λόγον; καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἐπιλείψει
γὰρ ἡμᾶς διηγουμένους ὁ χρόνος, ὅσους ὑπέρ τῆς ὀρθοδόξου πίστεως κατεβάλοντο μόχθους. ἐκείνοις μὲν οὖν εἰς τὸ δεῖξαι ὁμότιμον καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν καὶ ἀρχικὴν τριάδα σύμπας ὁ βίος σχεδὸν κατηνάλωται, ἐν τῇ ζωοποιῷ τῶν εὐσεβῶν δογμάτων πόᾳ τὰ τοῦ χριστοῦ νέμουσι
προβατα, καὶ συνήθει πρὸς αὐτὰ κεχρημένοις φωνῇ μηδὲν ἐξηλλαγμένον ἐχούσῃ πρὸς τὴν ἀλήθειαν. ἐνταῦθα δὲ πᾶν τοὐναντίον ἔστιν εὑρεῖν· ὅσα μὲν γὰρ ἀπηριθμησάμεθα ἄτοπα, καὶ ἕτερα ἔτι 7 πρὸς τούτοις, τόποις τισὶν ἐνέσπαρται τοῦ παρόντος βιβλίου· ἑνὸς δὲ τῶν κεφαλαίων, τοῦ εἰκοστοῦ δευτέρου φαμέν, ἐξ αὐτῆς εὐθὺς τῆς ἐπιγραφῆς τὸ κίβδηλόν τε καὶ νόθον διασημαίνεται. εἰ τοίνυν πάντα ἐκεῖνα τοὺς ἁγίους παράσχοιμεν ἐκκρῖναι τοὺς πατέρας τῇ συλλογῇ,
ἐξ ἀνάγκης καὶ τοῖς οὐκ ὀρθῶς ἔχουσιν ὡς ὀρθοῖς συνθησόμεθα. καὶ σκόπει τὸ ἄτοπον ὅσον· τοὺς γὰρ τῆς εὐθύτητος γνώμονας τῆς διαστροφῆς γραψόμεθα τῆς ἡμετέρας· ἀλλὰ μὴ γένοιτο. τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπʼ αὐτῶν γινομέναις ἐκλογαῖς
ἄμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα; σῖτον δὲ λέγειν τινὰ τῶν παρὰ τοῖς αἱρετικοῖς εὖ μάλα συγκεχωρήμεθα· ἐπείπερ, κατὰ τὸν σοφώτατον Κύριλλον, ‘οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν 8 καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὦν καὶ ἡμεῖς ὁμολογοῦμεν.᾿ οὐκ ἄρα δὴ οὖν Βασίλειος καὶ Γρηγόριος ἄμα τῷ σίτῳ συνεφόρησαν
ἡμῖν καὶ τὰ ἄχυρα· πῶς γάρ; ἀλλὰ τῶν τὰς ὁδοὐς Κυρίου διαστρεφόντων τινές τῆς ἑλληνικῆς Ὠριγένους ποικίλως ἀντιποιούμενοι δυσσεβείας, καθʼ ὁμοιότητα τοῦ τὸν καθηγητὴν αὐτῶν ὑποσκελίσαντος διαβόλου, τῷ ἡμετέρῳ σίτῳ τὰ ἄχυρα νῦν συνανέμιξαν, ὡς ἐκεῖνος ἔκπαλαι τῷ δεσποτικῷ ἀγρῷ τὰ ζιζάνια. ἡμέτερος γὰρ ὁ
σῖτος· καὶ ἡμέτερα, ἔνθα ἂν εὑρεθεῖεν, τὰ ὀρθόδοξα δόγματα· ὦν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου διδασκαλίας, κατὰ τὸ δεδομένον αὐτοῖς ἄνωθεν τῆς διακριτικῆς δυνάμεως πτύον, τοῦ ἀχύρου τὸν σῖτον ἀποκαθάραντες, τὸν μέν εἰς τὴν καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδὤκασι τῷ ἀσβέστῳ, κἂν
Ὠριγένης μὴ βούληται.
ἐστιν, ὡς ὁμολογουμένως τινὲς, καθʼ ἃ λέλεκται, τὴν Ὠριγένους νοσοῦντες κακοδοξίαν, χώραν διὰ τῆς τοῦ ἁγίου Γρηγορίου λαβόντες ἐπιστολῆς, βεβήλοις τισὶ παρενθήκαις τολμηρῶς τὸ τῆς ἐκλογῆς κατεμόλυναν ἄθροισμα· ὡς ἂν οἱ ἁπλούστερον ἐντυγχάνοντες εὑρεθεῖεν, καθʼ ἄ που Βασίλειος εἴπεν ὁ θεῖος, τὰ δηλητήρια μετὰ τοῦ μέλιτος
προσιέμενοι. ἵνα τοίνυν ἐκεῖνο μὴ γένηται, πρόδηλα ταῦτα τοῖς ἐντυγχάνουσιν ἐσπουδάσαμεν καταστῆσαι. ὅθεν τῇ τῶν ὑποκειμένων κεφαλαίων συναγωγῇ καὶ ἐκθέσει πάσῃ τὸν νοῦν ὡς οἷόν τε ἦν ἀκριβῶς ἐπιστήσαντες, καὶ ταύτην κατὰ δύναμιν βασανίσαντες, τοῖς ὑποβολιμαίοις καὶ νόθοις ἐπὶ μετώπου σημεῖα παρατεθείκαμεν ταῦτα· 10 αἱρετικά· ψεκτἀ· διʼ ὦν ἐκεῖνα ὡς αἱρετικὰ, ὡς ψεκτὰ, κατὰ τοὺς ἰδίους ἔκαστα τόπους ἐστηλιτεύσαμεν.
Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ.
12τῆς ἐν ἀπιστίᾳ ταραχῆς ἐκτός.
τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας.
ἀνδράποδά τε καὶ γύναια καὶ παιδάρια ὑπάγοντες τῷ κηρύγματι.
πῶς ἐκ θνητοῦ σώματος ὄντα τὸν Ἰησοῦν θεὸν νομίζομεν.
ὄντα θεοφιλῆ τέ ἐστι καὶ ἔννοιαν ἔχει θεοῦ καὶ προγινώσκει τὰ μέλλοντα. ἐν οἶς καὶ κατὰ μετεμψυχώσεως, καὶ περὶ οἰωνιστικῆς καὶ τῆς κατʼ αὐτὴν ἀπάτης.
κυρίων ἐπιτεταγμένων τοῖς διασπαρεῖσι κατὰ ἀναλογίαν τῆς καταστάσεως.
καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσι θείαις τὰ σημεῖα ἔκκειται· καὶ τίς ἡ τούτων αἰτία. ἐν ᾧ καὶ Κλήμεντος ἐπισκόπου Ῥώμης ἐν τῷ πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ λόγῳ ἀναγκαιότατόν τι θεώρημα, ἐν οἶς δοκεῖ ἀληθεύειν ἡ ἀστρολογία.
Ἀριστοτέλης οἴεται.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.