XIII.
Πότε καὶ τίcι τὰ άπὸ φιλοcοφίαc μαθήματα χρήcιμα εἰc τὴν τῶν ἰερῶν γραφῶ λιήγηcιν, μετὰ
γραφικῆU+03F2 μαρτυρίαc.
τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται οὖν ή εὐφυΐα σου Ῥωμαίων σε νομικὸν ποιῆσαι τέλειον, καὶ Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομένων ἐλλογίμων αἱρέσεων. ἀλλʼ ἐγὼ τῇ πᾶσῃ τῆς εὐφυΐας δυνάμει σου ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι·
σμόν, ποιητικῶς δέ. διὰ τοῦτʼ ἄν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνάμενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν ἵνʼ, ὅπερ φασὶ φιλοσόφων
παῖδες περὶ γεωμετρίας καὶ μουσικῆς, γραμματικῆς τε καὶ ῥητορικῆς καὶ ἀστρονομίας, ὡς συνερίθων φιλοσοφίᾳ, 1 2 τοῦθʼ ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας πρὸς χριστιανισμόν.
Ἰσραὴλ αἰτεῖν παρὰ γειτόνων καὶ συσκήνων σκεύη ἀργυρᾶ 3 καὶ χρυσᾶ καὶ ἱματισμόν· ἴνα σκυλεύσαντες τοὺς Αἰγυπτίους εὐρωσιν ὕλην πρὸς τὴν κατασκευὴν τῶν παραλαμβανομένων εἰς τὴν πρὸς θεὸν λατρείαν. ἐκ γὰρ ὧν ἐσκύλευσαν 4 τοὺς Αἰγυπτίους οἱ υῖοὶ Ἰσραὴλ, τὰ ἐν τοῖς ἀγίοις τῶν
ἀγίων κατεσκεύασται, ἡ κιβωτὸς μετὰ τοῦ ἐπιθέματος καὶ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ ἡ χρυσῆ στάμνος ἐν ἢ ἀπέκειτο τὸ μάννα τῶν ἀγγέλων ὁ ἄρτος. ταῦτα μὲν οὖν ἀπὸ τοῦ καλλίστου τῶν Αἰγυπτίων εἰκὸς γεγονέναι χρυσοῦ· ἀπὸ δὲ δευτέρου τινὸς παρʼ ἐκεῖνον ἡ στερεὰ δἰ ὅλου χρυσῆ
λυχνία, πλησίον τοῦ ἐσωτέρου καταπετάσματος, καὶ οἱ ἐπʼ αὐτῆς λύχνοι, καὶ ἡ χρυσῆ τράπεζα ἐφʼ ἦς ἦσαν οἱ ἄρτοι τῆς προθέσεως, καὶ μεταξὺ ἀμφοτέρων τὸ χρυσοῦν θυμιατήριον. εἰ δέ τις ἦν τρίτος καὶ τέταρτος χρυσὸς, ἐξ ἐκείνου κατεσκευάζετο τὰ σκεύη τὰ ἅγια. καὶ ἀπὸ ἀργύρου δὲ
Αἰγυπτίου ἄλλα ἐγίνετο· ἐν Ἀἰγύπτῳ γὰρ παροικοῦντες οἱ υἳοὶ Ἰσραὴλ τοῦτο ἀπὸ τῆς ἐκεῖ παροικίας κεκερδήκασι, τὸ εὐπορῆσαι τοσαύτης ὕλης τιμίας εἰς τὰ χρήσιμα τῇ λατρείᾳ τοῦ θεοῦ. ἀπὸ δὲ Αίγυπτίων ματισμοῦ εἰκὸς γεγονέναι ὅσα ἐδεήθη ἔργων, ὡς ὠνόμασεν ἡ γραφὴ, ῥαφιδευτῶν, 5
συρραπτῶν, τῶν ῥαφιδευτῶν μετὰ σοφίας θεοῦ, τὰ τοιάδε ἱμάτια τοῖς τοιοισδὶ, ἴνα γένηται τὰ καταπετάσματα, καὶ αἱ αὐλαῖαι αἱ ἐξωτέρω καὶ ἐσωτέρω.
Αἰγύπτου παραλαμβανόμενα, οἶς Αἰγύπτιοι μὲν οὐκ εἰς δέον ἐχρῶντο, Ἑβραῖοι δὲ διὰ τὴν τοῦ θεοῦ σοφίαν εἰς θεοσέβειαν 6 ἐχρήσαντο; οἶδεν μέντοι ἡ θεία γραφή τισι πρὸς 7 κακοῦ γεγονέναι τὸ ἀπὸ τῆς γῆς τῶν υἱῶν Ἰσραὴλ εἰς Αἴγυπτον καταβεβηκέναι· αἰνισσομένη ὅτι τισὶ πρὸς κακοῦ γίνεται τὸ παροικῆσαι τοῖς Αἰγυπτίοις, τουτέστι τοῖς τοῦ
κόσμου μαθήμασι, μετὰ τὸ ἐντραφῆναι τῷ νόμῳ τοῦ θεοῦ 8 καὶ τῇ Ἰσραηλιτικῇ εἰς αὐτὸν θεραπείᾳ. Ἄδερ γοῦν ὀ Ἰδουμαῖος, ὅσον μὲν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ ἦν, μὴ γευόμενος τῶν Αἰγυπτίων ἄρτων, εἴδωλα οὐ κατεσκεύαζεν· ὅτε δὲ ἀποδρὰς τὸν σοφὸν Σολομῶντα κατέβη εἰς Αἴγυπτον, ὡς ἀποδρὰς ἀπὸ τῆς τοῦ θεοῦ σοφίας, συγγενής γέγονε τῷ
Φαραὼ, γήμας τὴν ἀδελφὴν τῆς γυναικός αὐτοῦ, καὶ τεκνοποιῶν τὸν τρεφόμενον μεταξὺ τῶν παίδων τοῦ Φαραώ. διόπερ, εἰ καὶ ἐπανελήλυθεν εἰς τὴν γῆν Ἰσραὴλ, ἐπὶ τῷ διασχίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπανελήλυθε, καὶ ποιῆσαι 9 αὐτοὺς εἰπεῖν ἐπὶ τῇ χρυσῇ δαμάλει· Οὗτοί εἰσιν οἱ θεοί
σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. κἀγὼ δὲ τῇ πείρᾳ μαθὼν εἴποιμʼ ἄν σοι, ὅτι σπάνιος μὲν ὅ τὰ χρήσιμα τῆς Αἰγύπτου λαβὼν καὶ ἐξελθὼν ταύτης καὶ κατασκευάσας τὰ πρὸς τὴν λατρείαν τοῦ θεοῦ· πολὺς δὲ ὁ τοῦ Ἰδουμαίου Ἄδερ ἀδελφός. οὗτοι δέ εἰσιν οἱ ἀπό
τινος Ἑλληνικῆς ἐντρεχείας αἱρετικὴ γεννήσαντες νοήματα, καὶ οἱονεὶ δαμάλεις χρυσᾶς κατασκευάσαντες ἐν Βαιθὴλ, ὃ ἑρμηνεύεται οἶκος θεοῦ. δοκεῖ δέ μοι καὶ διὰ τούτων ὁ 10 λόγος αἰνίσσεσθαι, ὅτι τὰ ἴδια ἀναπλάσματα ἀνέθηκαν ταῖς γραφαῖς, ἐν αἷς οἰκεῖ λόγος θεοῦ, τροπικῶς Bαιθήλ
καλουμέναις. τὸ δʼ ἄλλο ἀνάπλασμα ἐν Δάν φησιν ὀ λόγος ἀνατεθεῖσθαι. τοῦ δὲ Δὰν τὰ ὅρια τελευταῖά ἐστι, καὶ ἐγγὺς τῶν ἐθνικῶν ὀρίων· ὡς δῆλον ἐκ τῶν ἀναγεγραμμένων ἐν τῷ τοῦ Ναυῆ Ἰησοῦ. ἐγγὺς οὖν εἰσὶν ἐθνικῶν ὀρίων τινὰ τῶν ἀναπλασμάτων, ἅπερ ἀνέπλασαν οἱ τοῦ
Ἄδερ, ὡς ἀποδεδώκαμεν, ἀδελφοί.
ἀρεσκούσης προλήψεως, κροῦε τὰ κεκλεισμένα αὐτῆς καὶ ἀνοιγήσεταί σοι ὑπὸ τοῦ θυρωροῦ, περὶ οὗ εἶςεν ὁ Ἰησοῦς· Τούτῳ ὁ θυρωρὸς ἀνοίγει. καὶ προσέχων τῇ θείᾳ ἀναγνώσει 13 ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων.
μὴ ἀρκοῦ δὲ τῷ κρούειν καὶ ζητεῖν· ἀναγκαιοτάτη γὰρ καὶ ἠ περὶ τοῦ νοεῖν τὰ θεῖα εὐχή· ἐφʼ ἢν προτρέπων ὁ σωτὴρ οὐ μόνον εἶπε τό· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· καὶ τό· 14 Ζητεῖτε καὶ εὑρήσετε· ἀλλὰ καὶ τό· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταῦτα ἀπὸ τῆς πρός σε ἐμοῦ πατρικῆς ἀγάπης
τετόλμηται εἰ δʼ εὗ ἔχει τὰ τετολμημένα ἢ μὴ, θεός ἄν εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὀ μετέχων πνεύματος θεοῦ καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν μετοχὴν, ἴνα λέγῃς οὐ μόνον τό. Μέτοχοι τοῦ χριστοῦ γεγόναμεν, 15 ἀλλὰ καί Μέτοχοι τοῦ θεοῦ γεγόναμεν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.