XI.
Ἰεζεχιήλ.
ὑμῶν; καὶ τὸ καθεcτηκὸc ὕλωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖc πocὶν ὑμῶν ἐταράU+03F2U+03F2ετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν πολῶ ὑμῶν ἐνέμοντο, καὶ τὸ τεραραγμένον ὕλωρ ὑπὸ τῶν πολῶν ὑμῶν ἔπινον.᾿᾿
περὶ προβάτων αἰγῶν, καὶ ὅτι cύνηθεc τη γραφῆ τὸ πρόβατον καὶ ἐπὶ το γένουU+03F2 τῶν αἰγῶν ἔcθʼ ὅτε τάccειν, ἐπιφέρερ
τὸ καθεστηκὸς ὕδωρ τά ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων. εἶτʼ ἐπεί τινές τινα μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὦν ἐξελέξαντο νομὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὖ ἔκριναν εἶναι βελτίονος
ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπόν ὓδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἴ 3 4 5 τε τὴν μὲν καινήν ἐγκρίνοντες, τὴν δὲ παλαιὰν ἀποδοκιμάζοντες διαθήκην· καὶ οἱ τῶν παλαιῶν γραμμάτων τὰ μὲν ἀπό θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμήν
τοὺς μὴ ὑπερηφανοῦντας τὰ πάτηματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν τῶν ψεκτῶν προβάτων, καὶ τάχα προβάτων τράγων καὶ ἐρίφων· οὐ γὰρ ἠθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν.
τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπόμεθα, διʼ ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν, πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς, ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν
νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὼ πρόβατά μου 6 τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ἀλλὰ καὶ μηδεπώποτε νομὴν προφητικὴν τμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομικόν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ
τὴν εὐαγγελικὴν νομὴν καὶ τὸ ἀποστολικὸν ὕδωρ, στε τῶν εὐαγγελικῶν τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι ομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν, ἢ τινα μὲν ἐγκρίνειν τινὰ δὲ ἀποκρίνειν· ἡμεῖς καὶ τὰ ὅλα εὐαγγέλια νεμηθῶμεν καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα
τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσου ἐφʼ ἡμῖν καθεστηκὸς ὕδωρ, αὑτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.