ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, 2 ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν
Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ
ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων 3 ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὀδοὺς κυρίου τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἤλιον
4 5 ἅχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διά τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατά σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς
ὄφεως αὐτοῦ· καὶ κατὰ φυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾶ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, 6 παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ὁ ἔν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς
παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ 7 πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς 8 ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν 9 καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.