ἐπʼ ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν 2 ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως 3 γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἦ βράδιον· καὶ μετὰ τὶ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἦ μετὰ τὸ ὤσπερ εἰπεῖν μόνον ἀφασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωποτέρων
βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέροις· 4 ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέφομαι ἐπὶ τὰς
θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας ψυχάς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρʼ ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὑτὰ βουλόμεναι καὶ οὐκ
ἄυ ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. βράδιον δὲ ἐπὶ τήν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἄν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ ὁ τεχνίτης
θεὸς τὰς διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρή καὶ πότε ἑκάστῳ ποιεῖν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.