Kαὶ μεοʼ ἔτερα·
Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν. καὶ σὺ, φησὶν, Καπερναούμ· καὶ τὰ ἐξῆς. προγνώστης γὰρ ὢν ὁ σωτὴρ τῆς ἀπιστίας τῶν ἐν Χοραζὶν καὶ
τῶν ἐν Βηθσαϊδὰ καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν Χοραζὶν καὶ ἐν Βηθσαϊδὰ, ὀρῶν 4 ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις καὶ Σιδωνίοις ἢ τούτοις;
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.