ἰατρῷ πρὸς ὑγίειαν, καὶ ἔχει γε οὕτως ὁ λόγος· Εἰ εἵμαρταί 1 σοι ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, ἀναστήσῃ· ἀλλὰ καὶ εἰ εἴμαρταί σοι μὴ ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, οὐκ ἀναστήσῃ· ἤτοι δὲ εἴμαρταί σοι
2 3 ἀναστῆναι ἐκ τῆς νόσου, ἢ εἶμαρταί σοι μή ἀναστῆναι· μάτην ἄρα εἰσάγεις τόν ἰατρόν. ἀλλὰ χαριέντως τούτῳ τῷ λόγῳ τοιοῦτόν τι ἀντιπαραβάλλεται· Εἰ εἶμαρταί σοι τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἐάν τε μὴ συνέλθῃς,
τεκνοποιήσεις· ἀλλά καὶ εἰ εἶμαρταί σοι μὴ τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἢ μὴ συνέλθῃς, οὐ τεκνοποιήσεις· ἤτοι δὲ εἶμαρταί \σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. ὡς γάρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνοποιῆσαι τόν μή συνελθόντα
γυναικὶ, οὐ μάτην παραλαμβάνεται τό συνελθεῖν γυναικί· οὕτως, εἰ τὸ ἀναστῆναι ἐκ τῆς νόσου ὀδῷ τῇ ἀπὸ ἰατρικῆς γίνεται, ἀναγκαίως παραλαμβάνεται ὁ ἰατρός· καὶ φεῦδος τό· Μάτην εἰσάγεις τόν ἰατρόν. ὅλα δὲ ταῦτα παρειλήφαμεν, δἰ ἄ παρέθετο ὀ σοφώτατος Κέλσος εἰπών· ‘Θεὸς
ὦν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι τό προειρημένον.’ εἰ γὰρ τοῦ πάντως ἀκούει ἀντὶ τοῦ κατηναγκασμένως, οὐ δόσομεν αὐτῷ· δυνατὸν γὰρ ἦν καὶ μή γενέσθαι. εἰ δὲ τὸ πάντως λέγει ἀντὶ τοῦ ἔσται, ὅπερ οὐ κωλύεται εἶναι ἀληθὲς, κἂν δυνατόν ἦ τὸ μή γενέσθαι, οὐδὲν λυπεῖ τόν λόγον·
οὐδὲ γὰρ τκολούθει τῷ προειρηκέναι τὸν τησοῦν ἀληθῶς τὰ περὶ τοῦ προδότου, ἦ τά περὶ τοῦ ἀρνησαμένου Πέτρου, τὸ αὑτὸν αὐτοῖς σἴτιον γενέσθαι ἀσεβείας καὶ ἀνοσίου πράξεως. ὁρῶν γὰρ αὐτοῦ τό μοχθηρόν θος ὁ καθʼ ἡμᾶς γιγνώσκων 4 τί ἦν ἐν τῷ ἀνθρώπῳ, καὶ ὀρῶν ἄ τολμήσει ἔκ τε τοῦ
φιλάργυρος εἶναι καὶ ἐκ τοῦ μὴ βεβαίως περὶ τοῦ διδασκάλου φρονεῖν ὅ ἐχρῆν, εἶπε μετά πολλῶν καὶ τό· Ὀ ἐμβάφας 5 μετʼ ἐμοῦ τὴν χεῖρα εἰς τὸ τρυβλίον, ἐκεῖνός με παραδώσει.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.