τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχὴν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ
κατʼ αὐτὴν πράττοντας. εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τί ἐστιν, ὡς τὸ αὐτὸ εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς διαφόρους σχέσεις καὶ τοὺς νόμους· ὅρα εἰ μή καὶ ἡ σωφροσύνη τῶν πρός τι ἀκολούθως ἔσται, καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ
ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἃν εἴη ἀτοπότερον.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.