1 2 βεβοηθῆσθαι τὴν ἀνθρώπων φύσιν· ἕως, προκοπῆς γενομένης εἰς σύνεσιν καὶ τὰς λοιπὰς ἀρετὰς καὶ τὴν εὐρεσιν τῶν τεχνῶν, δυνηθῶσι καὶ καθʼ ἑαυτοὺς ζῆν, οὐ χρήζοντες ἀεὶ ἐπιτροπευόντων καὶ οἰκονομούντων αὐτὺς μετὰ παραδόξου
ἐπιφανείας τῶν ὑπηρετουμένων τῷ τοῦ θεοῦ βουλήματι. ἀκόλουθον δὲ τούτοις τὸ ψεῦδος εἶναι ὅτι κατʼ ἀρχὰς ‘ἀνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δʼ ὑπʼ ἀνθρώπων ἥκιστα ἡλίσκετο.᾿ ἐκ δὴ τούτων φανερὸν ὅτι ψεῦδος καὶ τὸ ὑπὸ τοῦ Κέλσου οὔτως λεγόμενον·
‘Ὤστε ταύτῃ γε ὁ θεός τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.' οὐ γὰρ ὑπέβαλε τοὺς ἀνθρώπους τοῖς θηρίοις ὁ θεὸς, ἀλλὰ τῇ συνέσει τῶν ἀνθρώπων ἁλωτὰ δέδωκεν εἶναι τὰ θηρία, καὶ ταῖς ἀπὸ συνέσεως ὑφισταμέναις κατʼ ἐκείνων τέχναις. οὐ γὰρ ἀθεεὶ ἐμηχανήσαντο
σφίσιν αὐτοῖς οἱ ἄνθρωποι σωτηρίαν ἀπὀ τῶν θηρίων καὶ τὴν κατʼ ἐκείνων ἐπικράτειαν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.