καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτʼ ἄυ ἡ καθʼ Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν· οὔτʼ ἄν ὁ κατὰ τὸν αὐτὸυ ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφθῆναι.
φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·
Ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἢ τέκε τέκνα. Ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· Mήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· Τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. Αὐτὰρ ἐπεὶ κατὰ τέκνʼ ἔφαγε στρουθοῖο καὶ αὐτήν·
Τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν· Λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω. Ὑμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. Ὠς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας. περὶ δὲ τοῦ δευτέρου, ὅτι
Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμςναι μεμαῶσιν, 4 Αὶετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, Φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, Ζωὸν, ἔτʼ ἀσπαίροντα· ὁ δʼ οὔπω λήθετο χάρμης. Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν,
Ἰδυωθεὶς ὀπίσω· ὁ δʼ ἀπὸ ἔθεν ἧκε χαμᾶζε, 5 Ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ· Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν Κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.
ἀετοῦ παθεῖν; καὶ ἄλλα δʼ ἄν μυρία τοιαῦτα εὔροι τις παραδείγματα, 6 παριστάντα ὅτι οὐ τὰ ζῶα μέν ἐστιν ἐν ἑαυτοῖς 7 ἔχοντα μαντικὴν ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ 8 τοὺς πολλοὺς τῶν ἀνθρώπων, ‘αὑτὸς Ὀλύμπιος ἤκε φόωσδε·᾿ κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται έρακι· 9 κίρκος γὰρ Ἀπόλλωνος εἶναι λέγεται ταχὺς ἄγγελος.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.