κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλομένων τὰς ψυχὰς, καὶ κατʼ ἰδίαν αὐτοῖς προεπᾳσαντες, ἐπὰν δοκῶσιν αὐτάρκως οἱ ἀκροαταὶ πρὶν εἰς τὸ κοινόν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὺτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα
τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμβολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων· ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ χριστιανοῖς δοκοῦντα· παρʼ οἶς εἰσί τινες τεταγμένοι πρός τὸ φιλοπευστεῖν τοὺς βίους
καὶ τὰς ἀγωγὰς τῶν προσιόντων, ἵνα τοὺς μὲν τὰ ἐπίρρητα πράττοντας ἀποκωλύσωσιν ἥκειν ἐπὶ τὸν κοινὸν αὐτῶν σύλλογον, τοὺς δὲ μὴ τοιούτους ὄλῃ ψυχῇ ἀποδεχόμενοι βελτίους ὁσημέραι κατασκευάζωσιν. ὁμοία δʼ ἔστιν οὐτοῖς ἁγωγὴ καὶ περὶ ἁμαρτανόντων, καὶ μάλιστα τῶν ἀκολασταινόντων,
1 2 οὓς ἀπελαύνουσι τοῦ κοινοῦ οἱ κατὰ τὸυ Κέλσον παραπλήσιοι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις. καὶ τὸ μὲν τῶν Πυθαγορείων σεμνὸν διδασκαλεῖον κενοτάφια τῶν ἀποστάντων τῆς σφῶν φιλοσοφίας
κατεσκεύαζε, λογιζόμενον νεκροὺς αὐτοὺς γεγονέναι. οὗτοι δὲ ὡς ἀπολωλότας καὶ τεθνηκότας τῷ θεῷ τοὺς ὑπʼ ἀσελγείας ἤ τινος ἀτόπου νενικημένους, ὡς νεκροὺς πενθοῦσι· καὶ ὡς ἐκ νεκρῶν ἀναστάντας, ἐὰν ἀξιόλογον ἐνδείξωνται μεταβολὴν, χρόνῳ πλείονι τῶν κατʼ ἀρχάς εἰσαγομένων 3 ὕστερόν ποτε προσίενται· εἰς οὐδεμίαν ἀρχήν καὶ προστασίαν τῆς λεγομένης ἐκκλησίας τοῦ θεοῦ καταλέγοντες τοὺς φθάσαντας μετ τὸ προσεληλυθέναι τῷ λόγῳ ἐπταικέναι.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.