μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες, καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδορούμενοι 4 εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρʼ ἃ ὑπειλήφαμεν· ἀλλʼ, εἰ μὲν δυνάμεθα,
πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· Αἱρετικόν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν 5
παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό Μακάριοι οἱ 6 εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ 7 ἄν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.