αὐτῶν ἡ καρδία ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ, ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου προσκυνοῦντας εἰς τιμήν φησιν ἐκείνου· ἔσθʼ ὅτε δὲ καὶ καταβαίνοντας μετʼ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ
ἢ τετράποδα ἢ ἑρπετά. ἴνα δὲ καὶ δοκῶσί τινες ταῦτα 5 ὑπεραναβεβηκέναι, ἀλλʼ εὑρεθήσονται ἀλλάξαντες τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ φεύδει, καὶ σέβοντες καὶ λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων,
6 ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τά ἀσθενῆ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἴνα τὰ ὄντα καταργήσῃ· καὶ ἀληθῶς ἴνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος καὶ
οἱ ἐξῆς αὐτῷ προφήται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἔαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὥφθη ὁ θεὸς φέρʼ εἰπεῖν τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, ἢ τῷ ακώβ. τίς δὲ ὢν ὠφθη καὶ ποταπός καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν
ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους 7 8 ἐκείνοις οἶς ὥφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρῷ καρδίᾳ. καὶ γὰρ κατά τὸν Ἀησοῦν ἡμῶν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, 9 ὅτι αὐτοὶ τὸν θεὸν ὅφονται.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.