θάνατον ἀποθυήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ἅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἴνʼ οὕτως εἶπω, ἀποθνήσκοντες εἰς τὸν ᾄδην τοῦτον καταβαίνουσι, κρινόμενοι
ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν ἐς Σκύθας, 2 καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ 3 συναγαγεῖν ἤλθε τὰ πρόβατα τὰ ὀπολωλότα οἴκου Ἰσραήλ·
καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μή εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.