τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι 1 κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέγνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ ἐν κρυπτῷ Ἰουδαίων, 2
ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν δύο μετρητὰς, τὸν ἴνʼ οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευματικὸν λόγον χωροῦντος· ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. ἕξ δὲ ὑδρίαι εὐλόγως εἰσὶ τοῖς ἐν
κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις ἀριθμῷ τελείῳ.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.